no image
DDbDP-text
Bankquittung via HGV-meta
Bank receipt for purchase of confiscated land at Pathyris. A bank receipt from the royal bank at Hermonthis recording that Proitos son of Sosikrates paid the first instalment of 666 drachmas 4 obols toward the 2,000-drachma price of 35 arouras of confiscated land at Pathyris, bought at a public auction held at Diospolis the Great. It lists the officials present at the auction and the terms of the purchase. machine translation
Linked by Trismegistos ID
TM 144.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιθ Χοιὰχ ε τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν
ἐφʼ ἧς Τεῶς βασιλεῖ εἰς τὸν ἴδιον λόγον κατὰ τὴν παρὰ Πρωτάρχου
τοῦ ἐπὶ τῶν κατὰ τὴν Θηβαίδα προσόδων διαγραφὴν τὴν γραφεῖσαν ἔτους ιε
Φαῶφι κθ, ὑφʼ ἣν ὑπογράφει Ἁρενδώτης ὁ βασιλικὸς γραμματεὺς τῆς Θηβαίδος
Προῖτος Σωσικράτους τιμὴν γῆς ἠπείρου, ἧς διασαφεῖ Ἁρενδώτης ὁ βασιλικὸς
γραμματεὺς ἀνειλῆφθαι εἰς τὸ βασιλικόν, οὖσαν δὲ πρότερον Μύρωνος τοῦ
Μόσχου ἐν Παθύρει ἀρουρῶν λε ἀνὰ δ 𐅷 τῶν προτεθέντων εἰς πρᾶσιν
καὶ προκηρυχθέντων ἐν Διὸς πόλει τῆι μεγάληι ἔτους ιε Φαῶφι
ἀπὸ α ἕως ϛ, κυρωθέντων δὲ τῆι ζ συμπαρόντων ἐπί τε τῆς
προκηρύξεως καὶ κυρώσεως Πτολεμαίου διαδόχου τοῦ πρὸς τῆι
στρατηγίαι Μεγισθένους φρουράρχου Ἁρενδώτου βασιλικοῦ γραμματέως
[2]
τῆς Θηβαίδος, Λυσιμάχου σιτολόγου καὶ τραπεζίτουτῆς Θηβαίδος
Πτολεμαίου οἰκονόμου, Ὥρου καὶ Ψεναμούνιος τοπογραμματέων
Ἰμούθου κωμογραμματέως Διὸς πόλεως καὶ ἄλλων πλειόνων
διὰ κήρυκος Ἀρχελάου τῶν στρατοκηρύκων τοῦ εὑρίσκοντος
χαλκοῦ πρὸς ἄργυρον δραχμὰς Β ἐφʼ ὧι κυριεύσει τῆς διασταλείσης γῆς
καθὰ καὶ οἱ ἀρχαῖοι κύριοι ἐκέκτηντο εὐτακτῶν εἰς τὸ βασιλικὸν
τὰ ἐπιγεγραμμένα ἐκφόρια καὶ εἰς τὰ ἱερὰ τελῶν …[…]
διδόμενα μέχρι τοῦ ιϛ ἔτους, τῆς δὲ τιμῆς τάξεται τῶι κ ἔτει
καὶ κα ἔτει δραχμὰς Ατλγ διώβολον τὰς λοιπάς, καὶ τέτακται νῦν
χαλκοῦ πρὸς ἄργυρον δραχμὰς ἑξακοσίας ἑξήκοντα ἓξ τετρώβολον
καὶ τὴν εἰκοστὴν τοῦ ἐγκυκλίου καὶ τὰ ἄλλα τὰ καθήκοντα. […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.