no image
DDbDP-text
Acknowledgement of a deposit of 2,000 drachmas paid through a bank. A contract of deposit drawn up at Ptolemais Euergetis (Arsinoe) in AD 124, in which Primos son of Sambas acknowledges receiving 2,000 silver drachmas from Herakleides son of Triadelphos through a bank. He must repay on demand or pay double under the law of deposits. machine translation
Linked by Trismegistos ID
TM 11680.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου ε Ἐπὶφ ε
ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ·
ὁμολογεῖ Πρῖμος Σαμβᾶ τοῦ Πρίμου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ κροτάφῳ ἀριστερῷ Ἡρακλείδῃ Τριαδέλφου τοῦ Ἀνουβίωνος Νιλαναβατίῳ τῷ καὶ Ἀλθαιεῖ ὡς ἐτῶν εἴκοσι
πέντε οὐλὴ καρπῷ δεξιῷ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα Πρῖμον διὰ τῆς Διονυσίου τοῦ καὶ Χαιρήμονος τραπέζης Ἱερᾶς Πύλης ἀργυρίου δραχμὰς δισχιλίας παραθήκην ἀκίνδυνον παντὸς
κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου τὰς
δὲ[…] τῆς παραθήκης ἀργυρίου δραχμὰς δισχιλίας ἐπάναγκον τὸν ὁμολογοῦντα Πρῖμον ἀποδώσειν τῷ Ἡρακλείδῃ ὁπηνίκα ἐὰν αὐτὸς Ἡρακλείδης αἱρῆται ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας ἐὰν δὲ μὴ ἀποδῷ καθὰ
γέγραπται ἀποτισάτω τῶι Ἡρακλείδῃ τὴν παραθήκην διπλῆν κατὰ τὸν τῶν παραθηκῶν νόμον γινομένης τῶι Ἡρακλείδῃ τῆς πράξεως ἔκ τε τοῦ
Πρίμου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
καθάπερ ἐκ δίκης ὑπογραφεὺς τοῦ Πρίμου βραδέα γράφοντος Διδᾶς Πτολεμαίου ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ μήλωι δεξιῶι
[v]
ἔτους η Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ γραφείουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.