no image
DDbDP-text
Epikrisis declaration for Anoubas son of Didymos and Isis. A declaration by Didymos and his wife Isis, residents of the Arsinoite metropolis, for the status examination (epikrisis) of their son Anoubas, who is turning 14. They cite their own and his registrations in earlier censuses, and a former official confirms the boy's identity. Written at Ptolemais Euergetis in December 141. machine translation
Linked by Trismegistos ID
TM 11333.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
παρὰ Διδύμου τοῦ Ἥρωνος τοῦ Διοδώρου μητρὸς[…]ανιου
καὶ τῆς γυναικὸς Ἴσειτος τῆς Διοδώρου τοῦ Διοδώρου μητρὸς
…[…]νιου μετὰ κυρίου ἐμοῦ Διδύμου, ἀμφοτέρων τῶν ἀπὸ
τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἀράβωι. τοῦ ἐξ ἀλλήλων
υἱοῦ Ἀνουβᾶ προσβαίνοντος εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ἐνεστῶτι ε ἔτει Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου καὶ ὀφείλοντος ἐπικριθῆναι, ὑπετάξαμεν τὰ δίκαια.
ἐγὼ μὲν ὁ Δίδυμος ἀπεγραψάμην τῇ μὲν τοῦ ζ ἔτους θεοῦ Τραιανοῦ καὶ β ἔτους
καὶ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἐπὶ τοῦ προκειμένου ἀμφόδου
Ἀράβω συναπογραψάμενος, καὶ τὴν γυναῖκά μοι Ἴσειν ἐν τῇ τοῦ
β ἔτους καὶ ιϛ ἔτους ἀπογραφῇ, τὸν δὲ ἐπικρινόμενον ἐξ ἀλλήλων υἱὸν
Ἀνουβᾶν τῇ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἀπογραφῇ· καὶ ἐγὼ δὲ ἡ
Ἴσεις ἀπεγραψάμην τῇ τοῦ ζ ἔτους θεοῦ Τραιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἐπὶ
Ταμείων, τῆς μητρός μου ἀπογραψαμένης ἐπʼ ἀμφόδου Βουταφίου,
διὸ ἐπιδίδομεν. Ἀπολλώνιος ἐξηγητεύσας καὶ γυμνασιαρχήσας διὰ Διδᾶ γραμματέως γνωρίζω Ἀνουβᾶν
Διδύμου τοῦ Ἥρωνος μητρὸς Ἴσειτος. ἔτους ε Ἀντωνείνου
Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ κδ. σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.