no image
DDbDP-text
Census return of Hatres son of Satabous from Soknopaiou Nesos. A census return submitted to the royal scribe Teimagenes by Hatres son of Satabous of Soknopaiou Nesos, registering himself, his 13-year-old wife Isarion and a 12-year-old girl Tapetsiris, with their inherited house property, for the census of year 23 of Antoninus Pius. It was filed on 28 July 161 AD. machine translation
Linked by Trismegistos ID
TM 11358.
Each record below describes this same artifact or text from a different angle.
Τειμαγένῃ βασιλικῷ
γραμματεῖ Ἀρσινοείτου
Ἡρακλείδου μερίδος
παρὰ Ἁτρῆτος Σαταβοῦτος τοῦ
Πανεφρέμμεως μητρὸς Σεγάθιος
ἀπὸ κώμης Σοκνοπαίου
Νήσου. ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς
ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους
θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν
ἀπογραφήν, ἐν ᾗ καταγείνομαι
ἐν οἰκίᾳ μητρικῇ ἐν τῇ κώμῃ·
εἰμὶ δὲ ὁ προγεγραμμένος Ἁτρῆς ἐτῶν κε
ἄσημος, καὶ τὴν γυναῖκά μου
Ἰσάριον ἀπάτορα μητρὸς Τανεφρέμμεως τῆς Πανομιέως
ἐτῶν ιγ ἄσημον· ὑπάρχει δὲ αὐτῇ ἐν τῇ
κώμῃ οἰκίαι δύο καὶ τέταρτον
μέρος μαμμικόν· καὶΤαπετσῖρις Στοτοήτιος τοῦ Πανεφρέμμεως
μητρὸς Ταπετσίρεωςἐτῶν ιβ ἄσημος·
ὑπάρχει δὲ τῇΤαπετσίρι οἰκίαι
δύο καὶ αὐλῆς καὶ τέταρτον μέρος
παππικὸν καὶ τέταρτον μέρος
μαμμικόν· διὸ ἐπιδίδωμι.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος
Λουκίου Αὐρηλίου Οὐήρου
Σεβαστοῦ Μεσορὴ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.