no image
DDbDP-text
Zensus - Eingabe via HGV-meta
Census return of Petsoraipis son of Hatres, farmer of Karanis. A census return from Karanis in which the 57-year-old farmer Petsoraipis son of Hatres registers himself, his 13-year-old daughter and three fatherless female relatives for the census of year 28 (of Commodus). He also lists the houses, courtyards and shares of property he owns in the village. machine translation
Linked by Trismegistos ID
TM 9556.
Each record below describes this same artifact or text from a different angle.
πα[…] Καρανίδος
παρὰ Πετσοραίπεως Ἁτρέους τοῦ
Ἰμούθου μητρὸς Σοήρεως τῆς Φανομγέως ἀπὸ κώμης Καρανίδος. ὑπάρχει
μοὶ ἐν τῇ κώμῃ πατρικὴ οἰκία καὶ αὐλὴ ἐν ᾗ
κατοικῶ, καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς
εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους κατʼ οἰκίαν ἀπογραφήν. καί
εἰμι ὁ προγεγραμμένος Πετσοραῖπις ἐτῶν νζ γεωργός
καὶ τὴν θυγατέρα Σοῆριν μητρὸς Ταπεθέως
ἐτῶν ιγ καὶ τὰς συγγενεῖς Πτολεμαίδα ἀπάτορα
ἐτῶν κε καὶ Τκολλ…ν ἀδελφὴν ἀπάτορα ἐτῶν ιε
καὶ Θαῆσιν ἄλλην ἀπάτορα ἐτῶν δ. ὑπάρχει δέ
μοι ἄλλη οἰκία καὶ αὐλὴ πατρικὴ καὶ 𐅵 μέρος ἑτέρας οἰκίας
καὶ αὐλῆς καὶ ἄλλη οἰκία καὶ αὐλὴ Καρανίδι καὶ ἑτέρῳ τόπῳ
…[…]… αὐλὴ …[…]… τῆς τοῦ ἀδελφοῦ θυγατρὸς
…[…]…… αὐλὴ καὶ πατρικὴ αὐλὴ
…[…]…αλλ…… οἰκίαι β καὶ αὐλὴ
[…] ταῖς περὶ Πτολεμαίδα ἀπάτορα
[…]…[…] ἐξ ἴσου ἐμοὶ οἰκία καὶ αὐλὴSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.