no image
DDbDP-text
Vertrag über den Verkauf eines Hauses via HGV-meta
Linked by Trismegistos ID
TM 11436.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]τὴν ὑπάρχουσαν αὐτῶι Θέωνι ἐν […]…[…]…[…]… […]οἰκίαν καὶ αὐλὴν καὶ
τὰ συγκύροντα πάντα, ὧν μέτρα νότου ἐπὶ βορρᾶν πήχεις ἕνδεκα , λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δεκαπέντε , ἐπὶ παντὸς δὲ τοῦ πηχισμοῦ ἢ ὅσαι ἐὰν ὧσι,
ὧν γείτονες νότου Μιεῦτος τοῦ Παλλαῦτος οἰκία, βορρᾶ Ὀρσεῦτος Ἀνουάρεως ἐπικαλουμένου οἰκία, λιβὸς Ἁρμιύσιος γναφέως οἰκία
καὶ ἐπί τι μέρος Μιεῦτος Θ[…]μ[…]υτος οἰκία, ἀπηλιώτου ῥύμη βασιλική, καὶ ἀπέχειν τὸν Θέωνα παρὰ τοῦ Ἡρακλείου τὴν ἑσταμένην
τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου, καὶβεβαιώσει αὐτός τε Θέων καὶ οἱ παρʼ αὐτοῦ τῷ Ἡρακλείωι καὶ τοῖς παρʼ αὐτοῦ τὰ πεπραμένα
καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος, δημοσίου μὲν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ παρέξεται Θέων μηθένα κωλύοντα Ἡράκλειον μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν
καὶ εἰσοδεύοντας εἰς αὐτὰ καὶ ἐξοδεύοντας καὶ καθαιροῦντας καὶ ἀνοικοδομοῦντας καὶ ἐνοικοῦντας καὶ ἑτέρους ἐνοικίζοντας καὶ
τὰ ἐξ αὐτῶν ἐνοίκια εἰς τὸ ἴδιον ἀποφερομένους καὶ ὑποτιθέντας καὶ ἐξαλλοτριοῦντας ἑτέροις καὶ διοικοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται, καὶ πρὸς τὰ προκείμενα μηδὲν ἐγκαλέσειν μηδὲ διαμφισβητήσειν μηδʼ ἐπελεύσεσθαι τρόπωι μηθενὶ ἢ χωρὶς τοῦ πᾶν τὸ ὑπεναντίως ἐπιτελεσθησόμενον ἄκυρον καὶ ἀπρόσδεκτον εἶναιπροσαποτεισάτω ὁ ὁμολογῶν Θέων ἢ ὁ ἐπελθὼν Ἡρακλείῳ παραχρῆμα ἥν τʼ εἴληφεν ὁ Θέων παρʼ αὐτοῦ Ἡρακλείου τιμὴν[…]ὡς ἴδιον χρέος ἀργυρίου ἐπισήμου δραχμὰς ἑξακοσίας καὶ τὸ βλάβος καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς τριακοσίας καὶ
εἰς τὸ δημόσιον τὰς ἴσας, μηδὲν δὲ ἧσσον πάντως μενόντων τῶν διωμολογημένων κυρίων, ἡ δὲ γυνὴ Κρονία εὐδοκεῖν καὶ μὴ ἐπελεύσεσθαι
μηδὲ ἐγκαλέσειν ὡς πρόκειται. ἐὰν δὲ ἐπέλθῃ ἢ μὴ βεβαιοῖ, ἀποτεισάτω ὡσαύτως τὰ ἴσα ἐπίτιμα. ὑπογραφεὺς τῆς Κρονίας Θέων ὁ προγεγραμμένος αὐτῆς
ἀνήρ. Θέων[…]καὶ ἡ γυνή μου Κρονία Σεραπίωνος μετὰ κυρίου ἐμοῦ ὁμολογοῦμεν ἐγὼ μὲν ὁ ἀνὴρ Θέων[…]πεπρακέναι Ἡρακλείῳ Ἁρμιύσεως ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι
ἐν[…]οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα πάντα, ὧν μέτρα νότου ἐπὶ βορρᾶν πήχεις ἕνδεκα ,
λιβὸς ἐπʼ ἀπηλιώτην πάχεις δεκαπέντε , ἐπὶ δὲ παντὸς τοῦ πηχισμοῦ ἢ ὅσαι ἐὰν ὦσι, ὧν γείτονες νότου Μιεῦτος τοῦ Παλλαῦτος οἰκία, βορρᾶ Ὀρσεῦτος Ἀνουάρεως ἐπικαλουμένου οἰκία, λιβὸς Ἁρμιύσιος γναφέως οἰκία καὶ ἐπί τι μέρος Μιεῦτος Θ…μ[…]υτος οἰκία,
ἀπηλιώτου ῥύμη βασιλική, καὶ ἀπέχω τὴν ἑσταμένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει
ἀπὸ παντὸς ὀφειλήματος δημοσίου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεωςἐπὶ τὸν ἅπαντα χρόνον, καὶ τὰ ἄλλα πάντα ποιήσω καθότι προγέγραπται, ἡ δὲ γυνή μου Κρονία εὐδοκεῖν καὶ μὴ ἐπελεύσεσθαι καθὼς
πρόκειται. Θέων ἔγραψα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. Ἡράκλειος Ἁρμιύσιος ἠγόρακα καθὼς πρόκιται. ἔτους ιϛ
Τιβερίου Καίσαρος Σεβαστοῦ[…]…[…]… διὰ[…]… νομογράφου Ὀξυρύγχων καὶ ἄλλων κωμῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.