no image
DDbDP-text
Tender for Lease of a Room via HGV-meta
Offer to lease a room in an upper storey at Dinneos Koite. An offer to lease a room on the upper floor of a house in the village of Dinneos Koite in the Arsinoite nome (Fayum). Aurelia Tasia, acting without a guardian, asks Aurelius Kollouthos for a one-year lease at a rent of 1 artaba 8 measures of wheat, dated 16 June 325. machine translation
Linked by Trismegistos ID
TM 11455.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Κολλούθῳ Ἰσίωνος ἀπὸ κώμης Δίννεως
Κοίτας τοῦ Ἀρσινοίτου νομοῦ
παρὰ Αὐρηλίας Τασίας Ποτύμεως μητρὸς Ταᾶτος
ἀπὸ τῆς αὐτῆς κώμης Δίννεως χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ. βούλομαι μισθώσασθαι παρὰ σοῦ
τὴν ὑπάρχουσαν κέλλαν ἐν τῇ αὐτῇ κώμῃ Δίννι ἐν
οἰκίᾳ Ουρς… Πλουτάμμωνος ἐν τῇ ἄνω στέγῃ ἐπὶ χρόνον ἐνιαυτὸν ἕνα ἀπὸ τῆς ἐνεστῶτος τῆς ιγ ἰνδικτίονος ἥτις ἐστὶν Παῦνι κβ ἐνοικία τοῦ ἐνιαυσίου πυροῦ ἀρτάβην μίαν μέτρα ὀκτὼ πυροῦ ἀρτάβην α μέτρα η
ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς
ὑπολόγου, ἀλλὰ καὶ ἐπάναγκον τὴν ἐπιμέλιαν τῆς
κέλλης ποιήσομαι καὶ τὸ τοῦ ἐνιαυσίου ἐνοίκιον
ἀποδώσω μέτρῳ τετραχοινίκῳ καὶ μετὰ τὸν ἐνιαύσιον παραδώσω σοι τὴν προκιμένην κέλλην
σὺν τῇ ἐφεστώσῃ θύρᾳ. ἡ μίσθωσις κυρία καὶ
ἐπερωτηθεῖσα ὡμολόγησα.
ἐπὶ ὑπάτων Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων
Παῦνι κβ. Αὐρηλία Τασία μεμίσθωμαι ὡς
πρόκιται. Αὐρήλιος Ἄπιος Σύρου ἔγραψα
ὑπὲρ αὐτῆς ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.