no image
DDbDP-text
Lease of a room in the Treasurers' quarter at Arsinoe. A Byzantine lease from Arsinoe in which Aurelia Maria, daughter of the vegetable seller Aion, rents a south-facing room in the Treasurers' (or Lower) quarter from Aurelia Charis, daughter of Eudoxia. The rent is one third of a gold solidus a year, and the lease runs for as long as the owner wishes. machine translation
Linked by Trismegistos ID
TM 41025.
Each record below describes this same artifact or text from a different angle.
[r]
† ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ
καὶ ἁγίου πνεύματος καὶ τῆς δεσποίνης
ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων Φαρμοῦθι ζ ιε ἰνδικτίονος ἐν Ἀρσίνοῃ
Αὐρηλία Μαρία θυγάτηρ Ἀίωνος
λαχανοπράτου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως Αὐρηλίᾳ Χάριτος
θυγατρὶ Εὐδοξίᾳ ἀπὸ τῆς αὐτῆς
πόλεως χαίρειν· ὁμολογῶ μεμισθῶσθαι
παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων
σοι ἐπὶ τῆσδε τῆς πόλεως
ἐπʼ ἀμφόδου Ταμίων ἤτοι Κατωτέρου τόπον ἑνὰ ἀνεῳγμένον
εἰς νότον μετὰ παντὸς αὐτοῦ τοῦ
δικαίου ἐφʼ ὅσον χρόνον βούλει
ἀπὸ νεομηνίας τοῦ ὄντος
μηνὸς Φαρμοῦθι τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος
παρεχούσης μου τῆς μισθωσαμένης ὑπὲρ ἐνοικίου αὐτοῦ
ἐνιαυσίως χρυσίου νομισματίου
τρίτον ὡς νομιτεύεται, χρυσίου νομισματίου γ ὡς νομιτεύεται·
ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα.
Μαρία θυγάτηρ Ἀίωνος στοιχεῖ μοι
ἡ παροῦσα μίσθωσις ὡς πρόκειται.
† di emu Cosma
[v]
†μίσθωσις τόπου ἑνὸς ἐπʼἀμφόδουΤαμίων ἤτοι Κατωτέρου ὑπʼ Αὐρηλίας Μαρίας θυγατρὸς Ἀίωνος …
… εἰς Αὐρηλίαν ΧάριτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.