no image
DDbDP-text
Μάρκωι ΠετρωνίωιΠετρωινίωι Ὁνωράτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου τῶν ἀπὸ τοῦ ἈρσινοίτουἈρσινοείτου. οὗ ἐπέ δωκα ἀναφορίουἐπιδέ δωκα ἀναφορίου καὶ ἧς ὑπέγραψας ἱερᾶς ὑπογραφῆς, κύριε, ἀντίγραφον ὑπέταξα. ἐπεὶ οὖν ὁ ὑπογεγραμμένος Σαραπάμμων οὐ κατέβη ἐπὶ τὸν ἱερώτατόν σου διαλογισμὸν οὐδὲ ὑπʼ ἀναγορίαν τῶν τοῦ στρατηγοῦ, ἵνα λαμβάνῃς ἀξιῶ, ἐάν σου τῇ εὐμενεστάτῃ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος στρατηγῷ, ἐάν περ ἐν τῷ νομῷ ᾖ ὁ Σαραπάμμων ἢ ἐν τῷ ἩρακλεοπολίτῃἩρακλεοπολείτῃ, ἱκανὸν ἀσφαλὲς αὐτοῦ λαβεῖν, ἵνα φανῇ ἐπὶ τοῦ ἱερωτάτουἱερωτάτῳ σου βήματος. ἀντίγραφον ἀναφορίου. Μάρκῳ Πετρωνίωι Ὁνωράτωι ἐπάρχῳ Αἰγύπτου παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου τῶν ἀπὸ τοῦ ἈρσινοίτουἈρσινοείτου. πάν των αἴσχιστόν ἐστιν τῶν ἐν τῷ βίῳ ἀδικημάτων τὸ ἐλευθέρους ἀνθρώ πους ὕβρεως τυγχάνειν, καὶ διὰ τοῦτο προσφεύγω σοι, τῷ κυρίῳ, δηλῶν καὶ τὸν τῆς ὕβρεως τρόπον. Σαραπάμμων γάρ τις ἀπὸ νομοῦ ἩρακλεοπολίτουἩρακλεοπολείτου κωμοστράτηγοςκώμωστρά τηγος ὢν ὑπὸ Θέωνα τὸν τῶν δύο μερίδων στρατηγὸν τοιαῦτά με διέθηκεν ὥστε κινδυνεύειν τῷ ζῆν, διʼ ἣν αἰτίαν ἐπιζητῶν τὸν αὐτοῦ τρόπον καὶ ὃν προβε βίωκεν χρόνον ἐπέγνων αὐτὸν γενόμενον κωμογραμματέακωμωγραμματέα καὶ ἐν πολ λοῖς ἐγκλήματοςἐνκλήνασι τυχόντα πεφυγαδεῦσθαι ὑπὸ τοῦ λαμπροτάτου ΜαμερτίνουΜαμερτείνου ιπον καίτοι τῶν τοιούτων κεκωλυμένων δημοσίοις πράγμα σι προσιέναι. ἴσθι γε καὶ κωμοστρατηγεῖνκωμωστρατηγεῖν, τουτέστιν ἄρχειν, καὶ κωμῶν κακοήθους ἐᾶν τοὺς ἐλευθέρους τύπτειν καὶ παίειν καὶ μαστιγοῦν. τῶν οὖν τοι ούτων ὀφειλόντῶν ἐπιστάσεως τυχεῖν ἐν τῇ ἐλευθεριωτάτῃ σου ἡγεμονίᾳ ἀξιῶ, ἐάν σοι δόξῃ, γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος στρατηγῷ ἱκανὸν ἀσφαλὲς αὐτοῦ λαβεῖνλαβῖν ἕως ἔλθῃ πρὸς ἱεράν σου παρουσίαν, ἵνα τῆς ἐπʼ ἄκρον ἐκδικίαςἐγδικίας τύχω. ἀντίγραφον τῆς ὑπογραφῆς. ὅταν διαγινώσκω τῶν πρὸς τὸν στρατηγὸν ἔντυχέ μοι, παραγγείλας τῷ Σαραπάμμωνι. ἔτους ια Θὼθ ι. διευτύχει. ἔτους ια ἔχεις ὑπεγράφη. ἀπόδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.