no image
DDbDP-text
Christlicher Brief via HGV-meta
Linked by Trismegistos ID
TM 33492.
Each record below describes this same artifact or text from a different angle.
[r]
τοῖς ἀγαπητοῖς ἀδελφοῖς Παταὼρ
καὶ Λούττεος ἐν κυρίῳ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι τὴν ὑγίειαν
ὑμῶν παρὰ τῷ κυρίῳ θεῷ. ἀσπάζομαι
ὑμᾶς, Ἀβάριν καὶ Πανεισότις καὶ πάντας τοὺς ἀδελφοὺς ὑμῶν, ἀσπάζομαι
………[…]…[…]ς. ἀσπάζεται
ὑμᾶς Πιτίμιος καὶ Ε[…]ωρος καὶ Παῦλος καὶ Εἰακω. απ[…]ανεπλω θεοῦ
θέλοντος τοῦ καιροῦ τοῦ θερισμοῦ
προσδοκῶμεν ὑμᾶς ἔρχεσθαι
παρʼ ἡμᾶς. προνοήσασθε μοι
ἕνα λέβητα ἐρχόμενοι ἵνα
τοῦτον μοι ἐνέγκαικαὶ τὸ
ψαλίδιον ἐνέγκαι, ὅτι ἐπροσεφώνησα αὐτὸ τῷ γναφεῖ. ἀσπάζεται ὑμᾶς
Πιβήχιος ὁ ἀδελφὸς Παπνουθίου. προνόησαί μοι ἕνα λέβητα
εἰς τὴν σύναξιν. ἀσπάζομαι Ἀπίνχιον, Ἐγώτεος καὶ ἄπα Μακάριον,
ἀσπάζομαι πάντας τοὺς ἀδελφοὺς
ἐν κυρίῳ θεῷ. ἐρρῶσθαι ὑμᾶς
εὔχομαι πολλοῖς
χρόνοις.
[v]
τοῖς ἀγαπητοῖς ἀδελφοῖς Παταὼρ καὶ Λούττεος
χαίρειν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.