no image
DDbDP-text
A Schedule of Contracts and a Private Letter: P.Fay. 344 via HGV-meta
Linked by Trismegistos ID
TM 28663.
Each record below describes this same artifact or text from a different angle.
Πτολεμαὶς Παπιριανῶι
τῶι ἀδελφῷ χαίρειν.
Τάλβαεις, ὡς ἐνετείλω αὐτῇ περὶ τῆς
οἰκίας, ὑπάγει ἔξω καὶ ὃ θέλει ποιεῖ,
ἀλλὰ καὶ ἐὰν αὐτῇ εἴπω ὅτι “μὴ κινοῦ.”
τω…σδελοιδε…ενκαι οὐκ ἴσχυσ…
τὴν δέριν. διὸ καὶ γράφω σοι, κύριε,
ἵν’ εἰδῇς τα …α …αποτε ἀνέβης.
ὡς ἐνετείλω μοι περὶ τοῦ χαλκοῦ, “ἐξ
οὗ ἔχεις […]ιναι …ησι τὴν γυναῖκα
τοῦ Πασίωνος,” ἀπῄτηκα αὐτὴν ἀρτάβην
μίαν. ἔλεγε μοι ὅτι “ὡς καταβῇ
ὁ ἀδελφός σου καὶ δώσω τὴν ἄλλην.”
Ζωιλᾶς οὐκ ἔδωκε μοι χαλκῆν
περὶ τῶν πλίνθων. λέγει μοι ὅτι “οὐκ
ἀπεξηράνθη,” καὶ πρὸς Ὀνήσιμον ἀπῆλθα.
οὐχ εὗρεν αὐτὸν· παρὰ σοί ἐστὶν ἐν
τῇ πόλει. ὡς σήμερον Τάλβαείς ἐστιν ἔξω .
ἐὰν εἴπω αὐτῇ ὅτι “ …ι …αι ἐνθάδε,”
λόγον μοι οὐκ ἔχει καὶ α…κυρευει. ἔμελλον ἐλάσαι αὐτὴν εἰς τὴν μητρόπολιν
πρὸς σέ· οὐχ ἴσχυσα αὐτὴν ἐλάσαι
τραχηλ… πρὸς ἐμέ. ἐρρῶσθαί
σε εὔχομαι, ἄδελφε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.