no image
DDbDP-text
Prestito via HGV-meta
Loan of money with usufruct of land in place of interest. Copy of a loan agreement from Tebtynis, AD 146, in which Tephorsais, with her brother-husband Harpaesis as guardian, acknowledges receiving 200 drachmas from Thaesis, bringing her total debt to 500 drachmas. Instead of interest, Thaesis receives the use of the produce of 2 1/2 arouras of catoecic land, with Tephorsais paying the public dues. machine translation
Linked by Trismegistos ID
TM 11544.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ὁμολογίας. ἔτους δεκάτου Ἀντωνείνου Καίσαρος τοῦ
κυρίου, Ἁθὺρ […], ἐν Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου. ὁμολογεῖ
Τεφορσαὶς Κρονίωνος τοῦ Χεῶτος τῶν ἀπὸ Τεβτύνεως ἐτῶν […] οὐλὴ πήχει …[…]…
μετὰ κυρίου τοῦ ἀδελφοῦ τοῦ δὲ καὶ ἀνδρὸς Ἁρπαῆσις ἐτῶν ν οὐλὴ ἀντίχειρι ἀριστερῷ
Θαήσι Παποντῶτος ἐτῶν μ οὐλὴ χειρὶ ἀριστερᾷ μετὰ κυρίου τοῦ υἱοῦ Ἡρων τοῦ …[…]
υσιο ἐτῶν μ, ἀσήμου ἔχειν παρʼ αὐτῆς Θαησίου παραχρῆμα διὰ
χειρὸς χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας , χωρὶς ἄλλων ὧν
ὀφείλει αὐτῇ ἡ Τεφορσαὶς κατὰ ὁμολογίαν παραθήκης γεγονυῖαν τοῦ
ἐνεστῶτος ι ἔτους Ἀντωνείνου τοῦ κυρίου Θὼθ ϛ ἀργυρίου δραχμῶν
τριακοσίων ὡς ἐπὶ τὸ αὐτὸ δραχμῶν πεντακοσίων καὶ ὡς πρὸς ἀλλήλους συνεφώνησαν ἀντὶ τόκων συνχωρεῖ ἡ Τεφορσαὶς
τῇ Θαῆσι[…]…νοις ἐὰν αἱρῆται καρπίζεσθαι εἰς
τὸ ἴδιον ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους κλήρου κατοικικοῦ ἀρούρας
δύο ἥμισυ καὶ ἀρούρας … ἐπιβολῆς κώμης ἐκ τοῦ πρὸς
βορρᾶ μέρους κλήρου Ὁρυτύνους ἐπʼ ἀπηλιώτην τῶν ὑπαρχουσῶν τῇ Τεφορσαΐτι περὶ Τεβτῦνιν ἀρουρῶν ἐννέα κλήρου κατοικικοῦ σὺν ἐπιβολῇ
ἀρουρῶν ζ 𐅵, τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας δεκαὲξ ἡμίσους ἀντὶ τόκων, ἀπὸ τοῦ
ἐνεστῶτος δεκάτου ἔτους Ἁθὺρ, τῶν προκειμένων δραχμῶν πεντακοσίων ,
τῶν πρὸς τὴν Θαῆσιν ὑπὲρ τῶν ἀρουρῶν δύο ἡμίσους δημοσίων
πάντων ὄντων πρὸς τὴν Τεφορσαὶν καὶ τοὺς παρʼ αὐτῆς, τῇ Θαῆσι
καὶ τοῖς παρʼ αὐτῆς τὴν καρπίαν ἐπὶ τοῖς προκειμένοις καὶ ἀπὸ παντὸς
τοῦ ἐνεστῶτος ἔτους … ενπ[…]ησα…[…]… τῆς καρπίας. βεβαιώσει
ὡς πρόκειταιἡ Τεφορσαὶς τῇ Θαήσι ἐκπράσσε τὰς προκειμένας
δραχμὰς πεντακοσίας διὰ τῶν ἐπὶ τούτοις ἀλλήλοις συνπεφωνημένων, τὴν δὲ τῶν προκειμένων ἀρουρῶν δύο ἡμίσους
ποτίστραν[…]…[…]…[…] ἐκ τοῦ πρὸς ἀπηλιώτην κλήρου. ὑπογραφεὺς … ριο
Κρονίωνος ὡς ἐτῶν[…]…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.