no image
DDbDP-text
ἔτους ἐνάτου καὶ τριακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Δαισίου ἐνάτῃ Φαρμοῦθι ἐνάτῃ ἐν Φιλαγρίδι τῆς Θε μίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἁρθώτης Μαρρήους Θέωνι Πετερμούθιος ἐλαιουρ γῶι τοῦ ἐν Φιλαγρίδι Λιβίας καὶ Γερμανικοῦ Καίσαρος οὐσίας ἐλαιουργίου ἔχειν παρʼ αὐτοῦ ἀργυρίου ἐπισήμου κεφαλαίουκεφαλίου δραχμὰς ὀγδοήκοντα καὶ ἀντὶ τούτων παρέξεσθαι τὴν ἑαυτοῦ θυγατέρα Τααυνῆν παραμέ νουσαν τῶι Θέωνι ἐφʼ ἔτη δύο καὶ μῆνας ἓξ ἀπὸ μηνὸς Παχὼν τοῦ ἐνεστῶτος ἐνάτου καὶ τριακοστοῦ ἔτους Καίσαρος παρεμβάλλουσαν ἐν τῶι δηλουμένωι ἐλαιουργίωι ἅμα δὲ καὶ διατρίβουσαν καὶ ποιοῦσαν τὰ ἐπιτασσόμενα πάντα οὐ γινομένην ἀπόκοιτον οὐδʼ ἀφήμερον ἀλλὰ καὶ συνακoλουθοῦσανσυνακλουθοῦσαν αὐτῶι πανταχῆι κατὰ τὸν νομὸν τρεφομένηντρεφομένη καὶ ἱματιζομένηνἱματιζομένη ὑπὸ Θέωνος. ἑκάστης δὲ ἡμέρας ἧς ἐὰν ἀπαλλαγῇ ἐντὸς τοῦ χρόνου ἐκτείσειἐκτίσι δραχμὴν μίαν. μὴ ἐξέστωἐξέστωι οὖν τῶι Ἁρθώτῃ ἐντὸς τοῦ χρόνου ἀποσπᾶν τὴν θυγατέρα μηδʼ αὐτὴν ἀπαλλα γῆναι. ἐὰν δʼ ἀποσπάσωσι ἢ καὶ αὐτὴ ἡ θυγάτηρ ἀπαλλαγῇ ἢ κλέ πτουσα ἢ καταβλάπτουσα ἢ νοσφιζομένη ἁλίσκηταί τι τῶν Θέωνος ἔτους λθ Καίσαρος Φαρμοῦθι θ ἐν Φιλαγρίδι ἀναγέγραπται διὰ ρου Ἁρθώτης Μαρήους Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχεινἔχιν παρὰ Θέωνος τοῦ Πετερμούθιος ἐλαιουρ γοῦ τοῦ ἐν Φιλαγρίδι ἐλαιουργίου Λιβίας καὶ Γερμα νικου Καίσαρος οὐσίας ἀργυρίου ἐπισήμου κεφαλαίουκεφα λέου δραχμὰς ὀγδοήκοντα καὶ ἀντὶ τούτων παρέ ξομεν τὴν θυγατέρα μου Τααυνῆν παραμένουσαν τῷ Θέωνι ἐφʼ ἔτη δύο καὶ μῆνας ἓξ ἀπὸ μηνὸς Παχὼν τοῦ ἐνεστῶτοςἐνοστῶτος ἐνάτου καὶ τριακοστοῦ ἔτους Καίσαρος παρεμβάλλουσαν ἐπὶ τοῦ δηλουμένου ἐλαιουργίουἐλαιουργείου, ἅμα δὲ καὶ διατρίβουσαν καὶ ποιοῦσανπυοῦσαν τὰ ἐπιτασσό μενα πάντα οὐ γινομένην ἀπόκοιτον οὐδʼ ἀφή μερον ἀλλὰ καὶ συνακoλουθοῦσανσυνακλουθοῦσαν αὐτῷ πανταχῆ κατὰ τὸν νομὸν τρεφομένηντρεφομένη καὶ ἱματιζομένηνεἱματιζομένη ὑπὸ τοῦ Θέωνος. ἑκάστης δὲ ἡμέρας ἧς ἐὰν ἀπαλλα γῇ ἐκτίσω δραχμὴν μίαν καὶ τὰ ἄλλα ποήσω κα θὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Πτολεμαῖος Πτολεμαίου ἀξιωθεὶςἀξιωθὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ὁμολογία παραμονῆς κορασίου εἰς ἔτη β μῆνας ϛ Θέωνι Πετερμούθιος ὑπὸ Ἁρθώτου Μαρρήους.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.