no image
DDbDP-text
Linked by Trismegistos ID
TM 10554.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ἐνάτου καὶ τριακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ
μηνὸς Δαισίου ἐνάτῃ Φαρμοῦθι ἐνάτῃ ἐν Φιλαγρίδι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἁρθώτης
Μαρρήους […]…[…]…[…]…[…] Θέωνι Πετερμούθιος ἐλαιουργῶι τοῦ ἐν Φιλαγρίδι Λιβίας καὶ Γερμανικοῦ Καίσαρος οὐσίας ἐλαιουργίου
ἔχειν παρʼ αὐτοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς ὀγδοήκοντα
καὶ ἀντὶ τούτων παρέξεσθαι τὴν ἑαυτοῦ θυγατέρα Τααυνῆν παραμένουσαν τῶι Θέωνι ἐφʼ ἔτη δύο καὶ μῆνας ἓξ ἀπὸ μηνὸς
Παχὼν τοῦ ἐνεστῶτος ἐνάτου καὶ τριακοστοῦ ἔτους Καίσαρος
παρεμβάλλουσαν ἐν τῶι δηλουμένωι ἐλαιουργίωι ἅμα δὲ καὶ
διατρίβουσαν καὶ ποιοῦσαν τὰ ἐπιτασσόμενα πάντα οὐ γινομένην
ἀπόκοιτον οὐδʼ ἀφήμερον ἀλλὰ καὶ συνακoλουθοῦσαν αὐτῶι
πανταχῆι κατὰ τὸν νομὸν τρεφομένην καὶ ἱματιζομένην ὑπὸ
Θέωνος. ἑκάστης δὲ ἡμέρας ἧς ἐὰν ἀπαλλαγῇ ἐντὸς τοῦ
χρόνου ἐκτείσει δραχμὴν μίαν. μὴ ἐξέστω οὖν τῶι Ἁρθώτῃ
ἐντὸς τοῦ χρόνου ἀποσπᾶν τὴν θυγατέρα μηδʼ αὐτὴν ἀπαλλαγῆναι. ἐὰν δʼ ἀποσπάσωσι ἢ καὶ αὐτὴ ἡ θυγάτηρ ἀπαλλαγῇ ἢ κλέπτουσα ἢ καταβλάπτουσα ἢ νοσφιζομένη ἁλίσκηταί τι τῶν
Θέωνος
ἔτους λθ Καίσαρος Φαρμοῦθι θ ἐν Φιλαγρίδι ἀναγέγραπται διὰ …ρου
Ἁρθώτης Μαρήους Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ
ἔχειν παρὰ Θέωνος τοῦ Πετερμούθιος ἐλαιουργοῦ τοῦ ἐν Φιλαγρίδι ἐλαιουργίου Λιβίας καὶ Γερμανικου Καίσαρος οὐσίας ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς ὀγδοήκοντα καὶ ἀντὶ τούτων παρέξομεν τὴν θυγατέρα μου Τααυνῆν παραμένουσαν
τῷ Θέωνι ἐφʼ ἔτη δύο καὶ μῆνας ἓξ ἀπὸ μηνὸς Παχὼν
τοῦ ἐνεστῶτος ἐνάτου καὶ τριακοστοῦ ἔτους Καίσαρος
παρεμβάλλουσαν ἐπὶ τοῦ δηλουμένου ἐλαιουργίου,
ἅμα δὲ καὶ διατρίβουσαν καὶ ποιοῦσαν τὰ ἐπιτασσόμενα πάντα οὐ γινομένην ἀπόκοιτον οὐδʼ ἀφήμερον ἀλλὰ καὶ συνακoλουθοῦσαν αὐτῷ πανταχῆ
κατὰ τὸν νομὸν τρεφομένην καὶ ἱματιζομένην
ὑπὸ τοῦ Θέωνος. ἑκάστης δὲ ἡμέρας ἧς ἐὰν ἀπαλλαγῇ ἐκτίσω δραχμὴν μίαν καὶ τὰ ἄλλα ποήσω καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Πτολεμαῖος Πτολεμαίου
ἀξιωθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.
[v]
ὁμολογία παραμονῆς κορασίου εἰς ἔτη β μῆνας ϛ Θέωνι
Πετερμούθιος ὑπὸ Ἁρθώτου Μαρρήους.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.