Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.5.351 24. Juli 44Tebtynis (Arsinoites)

Release of Inheritance via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 12161. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τετάρτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Γορπιαίου λ Ἐπεὶφ τριακάδι ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ταορσεῦς Πετερμούθιος ὡς ἐτῶν εἴκοσι ἑπτά , οὐλὴ μετώπῳ ἐκ δεξιῶν, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πολυδεύκου τοῦ Πολυδεύκου, ὡς ἐτῶν τριάκοντα ἐννέα , οὐλὴ ἀντικνημίῳ δεξιῶι, τῆι ἑαυτῆς ὁμομητρίωι ἀδελφῇ Ταορσεῦτι Πτολεμαίου, ὡς ἐτῶν τριάκοντα τριῶν , οὐλὴ γόνατι δεξιῶι, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἁτρείους τοῦ Ἁτρείους τοῦ Χεῶτος, ὡς ἐτῶν τριάκοντα ἑπτά , οὐλὴ πήχει δεξιῶι, ἐξίστασθαι αὐτῇ πάντων τῶν καταλελειμμένων ὑπὸ τῆς ἀμφοτέρων μητρὸς Ταπνεβτύνιος τῆς Λύκου μερῶν οἰκοπέδων παλαιῶν ἐν τῇ προγεγραμμένῃ κώμῃ Τεβτύνει, καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὴν τὴν ὁμολογοῦσαν Ταορσεῦν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τὴν Ταορσεῦν Πτολεμαίου μηδʼ ἐγκαλέσειν μήτε περὶ τούτων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἢ ὀφειλήματος ἐγγράπτου καὶ ἀγράφου, μέχρι τῆς ἐνεστώσης ἡμέρας, διὰ τὸ εὐπειθῆ γεγονέναι. ὅ τι δʼ ἂν τούτων παρασυγγραφῇ ἡ Ταορσεῦς Πετερμούθιος ἔφοδος ἢ ἔγκλησις αὐτῇ τε καὶ παντὶ τῷ ὑπὲρ αὐτῆς ἐπελευσομένῳ ἄκυρος ἔστω καὶ προσαποτισάτω τῇ Ταορσεῦτι Πτολεμαίου παραχρῆμα τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια. ὑπέγραψεν ὑπὲρ τῆς ὁμολογούσης Ταορσεῦτος ὁ ἀνὴρ Πολυδεύκης, ὑπὲρ δὲ τῶν ἄλλων Ζωίλος Ὡρίωνος ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ μετώπῳ ἐκ δεξιῶν Ταορσεῦς Πετερμούθεως μετὰ κυρίου ἐμοῦ τοῦ ἑαυτῆς ἀνδρὸς Πολυδεύκου Πολυδεύκου ὁμολογῶ ἐξίστασθαι τῇ προγεγραμμένῃ μου ὁμομητρίῳ ἀδελφῇ Ταορσεῦτι Πτολεμαίου περὶ τῶν καταλελειμμένων ὑπὸ τῆς ἀμφοτέρων ἡμῶν μητρὸς Ταπνεβτύνιος τῆς Λύκου μερῶν οἰκοπέδων παλαιῶν ἐν Τεβτύνει καὶ μὴ ἐπελεύσεσθαι καὶ μηδʼ ἐγκαλέσειν μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ τὴν Ταορσεῦν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ τούτων μηδὲ περὶ ἄλλου διὰ τὸ πεπεῖσθαί με καθὼς πρόκιται. Πολυδεύκης Πολυδεύκου γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα καὶ ἐπιγέγραμμαι αὐτῆς κύριος. Ταορσεῦς Πτολλεμαίου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἁτρήους Ἁτρήους τοῦ Χαιῶτος γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Ζωίλος Ὡρίωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.