Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.5.264_265dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κγ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. Μεχὶρ ιγ. ἐκδόσιμον ἔτους τρίτου καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ[…] απ[…]κ…[…] Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Θενπετερμοῦθις Ἁτρήους, ὡς ἐτῶν …κοντα[…]οὐλὴ τραχήλωι ἐκ δεξιῶν[…]αλλωι δεξιῶι[…]…ιον πόδα, μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Θενφατρήους υἱοῦ Τριαδέλφου τοῦ καὶ Ψενθνεῦτος Πετερμούθιος Σαβακοῦτος, ὡς ἐτῶν[…] οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν, τῇ θυγατρὶ αὐτῆς Τακωνάειτι ὡς ἐτῶν[…] ἑπτὰ οὐλὴ φακὸς ῥινὶ […], μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Τεσενούφιος τοῦ Τεσενούφιος, ὡς ἐτῶν[…]… οὐλὴ μετώπωι ἐξ ἀριστερῶν ὑπὸ τρίχα, καὶ τῶι ἑτέρωι αὐτῆς υἱῶι Τεσενούφι πέμπτῳ ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ γόνατι δεξιῶι, τοῖς δυσὶ Πομσάειος, πεπρακέναι αὐτῇ Τακωνάειτι καὶ Τεσενούφι πέμπτῳ τὴν ὑπάρχουσαν τῇ Θενπετερμούθι παιδίσκην δούλην ᾗ ὄνομα Τασουχᾶς, ὡς ἐτῶν δέκα ἑπτὰ ὑπόπτιλλος οὐλὴ μετώπῳ ἐκ δεξιῶν, ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἐπαφῆς καὶ ἱερᾶς νόσου· καὶ ἀπέχειν τὴν Θενπετερμοῦθιν παρὰ τῆς Τακωνάειτος καὶ τοῦ Τεσενούφιος πέμπτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσειν αὐτήν τε Θενπετερμοῦθιν καὶ τοὺς παρʼ αὐτῆς τῇ Τακουνάειτι καὶ Τεσενούφι πέμπτῳ καὶ τοῖς παρʼ αὐτῶν κατὰ τὴν πρᾶσιν ταύτην πάσῃ βεβαιώσει ἀπό τε ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον πλὴν δρασμοῦ, καὶ παρέξεσθαι αὐτὴν ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαράν, μενούσης δὲ τῇ Τακουνάειτι καὶ τῷ Τεσενούφι πέμπτῳ ἧς πεποίηται αὐτοῖς ἡ Θενπετερμοῦθις πράσεως προτέρας μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν διʼ αὐτῆς δεδηλωμένων πάντων κυρίων. ὑπογραφεὺς τῆς Θενπετερμούθιος καὶ τοῦ κυρίου Χαλῆς δεύτερος Χαλήους τοῦ καὶ Ταμᾶτος ὡς ἐτῶν …[…]κοντα μέσος μελίχρωος μακροπρόσωπος εὐθύρινος οὐλὴ ὑπὸ γόνυ δεξιόν. ἡ συνγραφὴ κυρία ἔστω πανταχῇ. Θενπετερμοῦθις Ἁτρήους μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς μου Θενφατρήους υἱοῦ Τριαδέλφου τοῦ καὶ Ψενθνεῦτος Πετερμούθεως Σαβακοῦτος ὁμολογῶ πεπρακέναι τοῖς υἱοῖς μου Τακουνάειτι καὶ Τεσενούφι πέμπτῳ τοῖςδυσὶ Φομσάιος, μετὰ κυρίου τῆς Τακονάειτος τοῦ ἑαυτῆς υἱοῦ Τεσενούφεως τοῦ Τεσενούφεως, τὴν ὑπάρχουσάν μοι παιδίσκην δούλην ᾗ ὄνομα Τασουχᾶς, ὡς ἐτῶν δέκα ἑπτὰ ὑπόπτιλλος οὐλὴ μετώπῳ ἐκ δεξιῶν, ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἐπαφῆς ἢ ἱερᾶς νόσου. καὶ ἀπέχω παρὰ τῆς Τακονάειτος καὶ Τεσενούφιος πέμπτου τὴν συνκεχωρημένην καὶ ἑσταμένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω τοῖς κατὰ τὴν πρᾶσιν ταύτην πάσῃ βεβαιώσει πλὴν δρασμοῦ, καὶ παρέξομαι αὐτὴν ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ μηδὲ προπεπραμένην μηδὲ μέρους μηδὲ ὑποτεθειμένην, μενούσης ἡμῖν τῆς προτέρας πράσεως ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς κυρίας καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Χαλῆς δεύτερος Χαλήους τοῦ καὶ Ταμᾶτος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Τεσενοῦφις πέμπτος Πομσάειος γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται. Τακουνάεις Φομσάιος μετὰ κυρίου ἐμοῦ τοῦ ἑαυτῆς υἱοῦ Τεσενούφιος τοῦ Τεσενούφιος. γέγονε εἴς με ἡπρᾶσις καθὼς πρόκειται. Τεσενοῦφις γέγραφα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίαςγράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.