no image
DDbDP-text
Advance payment for hay from the estate of the general Theodosios. A contract of advance sale in which two villagers, Abraamios and Amoun from the hamlet of Koueisan, acknowledge receiving 1 1/2 gold solidi from Gerontios, chartularius of the estate of the general Theodosios, as advance payment for first-cut dry hay to be delivered from the crops of the coming tenth indiction. It was drawn up at Arsinoe in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 41027.
Each record below describes this same artifact or text from a different angle.
[r]
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ
τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν
Φαῶφι ε … ἰνδικτίονος ἐν Ἀρσινόῃ.
τῷ λαμπροτάτῳ Γεροντίῳ χαρτουλαρίῳ οὐσίας
Θεοδοσίου τοῦ ἐνδοξοτάτου
στρατηλάτου ἀπὸ τῆς
Ἀρσινοιτῶν πόλεως
Αὐρήλιοι Ἀβραάμιος υἱὸς Λαῆυ καὶ Ἀμοῦν υἱὸς
Δαυὶτ ἀπὸ ἐποικίου
Κουεισαν τοῦ Θεοδοσιουπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι
ἡμᾶς παρὰ τῆς σῆς λαμπρότητος
διὰ χειρὸς εἰς ἰδίαν ἡμῶν
χρείαν χρυσίου νομισμάτιον
ἓν ἥμισυ ὡς νομιτεύται
χρυσίου νομισμάτιον α 𐅵 ὡς νομιτεύται, ἐγὼ μὲν
Ἀβραάμιος νομισμάτιον
ἥμισυ, ἐγὼ δὲ Ἀμοῦν
τὸ ἓν ‡2· α νόμισμα κεφαλαίου, ὃν παρʼ ἡμῖν
εἰς τιμὴν χόρτου
ξηροῦ κομητικοῦ
πρωτοκόπου εὐαρέστου,
τελείου δέματος, τῇ
φαινομένῃ τιμῇ ἀτοκεί · τὴν δὲ ἀπόδοσιν αὐτῶν ποιησόμεθα
αὐτῇ τῷ καιρῷ ἐκ τῶν
σὺν θεῷ καρπῶν εἰσιούσης δεκάτης ἰνδικτίονος
ἐν τῷ ἐποικίῳ ἀναμφιβόλως ἐξ ὑπαρχόντων ἡμῶν
πάντων καὶ ἐπερωτηθέντες
ὡμολογήσαμεν. Αὐρήλιος Ἀβραάμιος
υἱὸς Λαῆυ καὶ Ἀμοῦν υἱὸς
Δαυὶτ οἱ προκείμενοι στοιχεῖ
ἡμῖν ὡς πρόκειται †
χμγ
χμγ di emu GeorgiuSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.