no image
DDbDP-text
Offer to lease a vineyard near Karanis for a share of the produce. An offer to lease a vineyard of about 4 1/2 arouras near Karanis for three years, from the eighth year of Domitian, made by Sambas and Neon, Persians of the Epigone, to the brothers Chairemon, Horion and Sokrates. The lessees are to keep one third of the produce and give two thirds to the owners, and to carry out the vine-work, watering, pruning, ditching and hoeing. machine translation
Linked by Trismegistos ID
TM 11632.
Each record below describes this same artifact or text from a different angle.
Χαιρήμονι καὶ Ὡρίωνι καὶ Σωκράτηι τοῖς
Χαιρήμονος
παρὰ Σαμβᾶ καὶ Νέωνος ἀμφοτέρων[…]
ωνος τῶν δύο Πέρσων τῆς ἐπιγονῆς
ἀλληλεγγύων εἰς ἔκτισιν βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη τρία καρποὺς
τρεῖς ἀπὸ τοῦ εἰσίοντος ὀγδόου ἔτους Αὐτοκράτορος
Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ τὸν ὑπάρχοντα ὑμῖν περὶ Καρανίδα ἀμπελῶνα ἐν ἐκφορίοις ἀρουρῶν τεσσάρων ἡμίσους
ἢ ὅσων ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐπὶ τρίτῳ
μέρει ἡμῖν τοῖς περὶ τὸν Σαμβάν καθαρὰν ἀπὸ
δημοσίων πάντων καὶ παντὸς εἴδους καὶὑμῖν τοῖς περὶ τὸν Χαιρήμονα δεχομένοις δίμοιρον μέρος πάντων τῶν ἐγληφθησομένων
κατʼ ἔτος ἀμπελικῶν καρπῶν καὶ […]
καὶ συκίνων καὶ ἀκροδρύων πάντων ἡμῶν
τῶν περὶ Σαμβᾶν ἐπιτελούντων τὰ κάθηκον
τὰ ἀμπελικὰ καὶ ἐδαφικὰ ἔργα πάντα καὶ
τοὺς καθήκοντας ποτισμοὺς καὶ τὴν ἀμπέλου τομὴν μέσην καὶ δικαίαν μὴ μακροτόμων καὶ τὴν οὖσαν καλαμίαν ἀναχώσομεν κατʼ ἔτος ἕκαστον καὶ τὸν ἀμπελῶνα τῆι καλαμουργίᾳἀπωρυχιοῦμεν κατʼ ἔτος ἀπώρυγας εἴκοσι
αν καὶ οὐκ ἐξέσται ἡμῖν[…]
ἐν τῶι ἀμπελώνι ἐδάφη[…]
ρωι εἰ μὴ μόνα κηπευτικά[…]
λαχάνοις τῆς μὲν[…]
τρύγης καὶ παραγωγῆς καὶ δαπάνης πάσης
ὄντων πρὸς ἡμᾶς τοὺς περὶ τὸν Σαμβᾶν
τῆς δὲ πατήσεως μισθὸν δώσειν κατʼ ἴσα
μέρη καὶ σκάψομεν τὸν ἀμπελῶνα ἐν
σκαφητοῖς δυσὶ καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὸν ἀμπελῶνα καὶ καλαμείαν
‡7
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.