no image
DDbDP-text
Loan of money and wheat from the priest Stotoetis to Apollonios. A loan contract from Herakleia in the Arsinoite nome, in which Apollonios son of Kastor acknowledges receiving from the priest Stotoetis a loan at interest of 200 silver drachmas and 15 artabas of wheat, repayable in Pauni of the same year. The scribe Alkimos signed for the illiterate borrower, and the contract was registered at the local record office in AD 145. machine translation
Linked by Trismegistos ID
TM 11687.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς
μηνὸς Σεβαστοῦ ιϛ Θὼθ ιϛ ἐν Ἡρακλείᾳ τῆς
Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογεῖ
Ἀπολλώνιος Κάστορος τοῦ Σαμβᾶ ἀπὸ ἀμφόδου
Βιθυνῶν ἄλλων τόπων Πέρσης τῆς ἐπιγονῆς
ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς
Στοτοῆτι Ὥρου τοῦ Πανεφρέμμεως ἱερεῖ ὡς ἐτῶν λα
οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς δεξιᾶς ἔχειν
παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας καὶ πυροῦ ἐν γένει νεοῦ καθαροῦ ἀδόλου ἀρτάβας δεκαπέντε μέτρῳ δρόμῳ τετραχοινίκῳ ὧν καὶ τὴν ἀπόδοσιν ποιησάσθω ὁ ὁμολογῶν τῷ Στοτοήτει ἐν μηνὶ
Παῦνι τοῦ ἐνεστῶτος θ ἔτους Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου ἀνυπερθέτως γεινομένης τῆς
πράξεως τῷ Στοτοήτει ἔκ τε τοῦ ὁμολογοῦντος
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης Ἀπολλώνιος Κάστορος ἔχω παρὰ
τοῦ Στοτοήτιος τὰς προκιμένας ἀργυρίου δραχμὰς
διακοσίας καὶ πυροῦ ἀρτάβας δεκαπέντε καὶ
ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους
καθὼς πρόκιται. Ἄλκιμος γραμματεὺς τοῦ προκιμένου γραφείου
ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα
ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.