no image
DDbDP-text
Advance sale of wheat and wine by a vinedresser of Teuparat to a soldier. A contract of sale with advance payment from the Hermopolite nome, dated 14 February 539. The vinedresser Aurelius Kollouthos acknowledges receiving payment from Flavius Georgios, a soldier of the Hermopolite unit, for 1 1/3 artabas of wheat and 10 knidia of new wine, to be delivered at the next harvest and vintage, with a penalty of 6 gold carats if he fails. machine translation
Linked by Trismegistos ID
TM 22773.
Each record below describes this same artifact or text from a different angle.
[r]
†
† μετὰ τὴν ὑπατείαν Φλαυίου Ἰωάννου τοῦ ἐνδοξοτάτου
καὶ ὑπερφυεστάτου Μεχεὶρ κ β ἰνδικτίονος.
Αὐρήλιος Κόλλουθος Λυθίου μητρὸς Τσα…
ἀμπελουργὸς ἀπὸ ἐποικίου καλουμένου
Τηυπαρατ πεδίων κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαουΐῳ Γεωργίῳ Σιλβανοῦ
ἀπὸ στρατιωτῶν ἀπὸ τῆς Ἑρμουπολιτῶν
χαίρειν· ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι
παρὰσοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας τιμῆς σίτου ἀρτάβης μιᾶς
τρίτου καὶ οἴνου νέου μούστου κνιδίων
δέκα γίνονται σίτου ἀρτάβη α γ καὶ οἴνου κνίδια ι, ἅπερ … ἀποδώσω σοι οὕτως· τὸν μὲν σῖτον τῷ
Παῧνι μηνὶ καιρῷ συγκομιδῆς καρπῶν
τῆς σὺν θεῷ εἰσϊούσης τρίτης ἰνδικτίονος
ἐν σίτῳ νέῳ καθαρῷ κεκοσκινευμένῳ
μέτρῳ σῷ Ἀθηναίῳ, τὸν δὲ οἶνον τῷ
Μεσορὴ μηνὶ καιρῷ τρύγης καρπῶν τῆς αὐτῆς
ἰνδικτίονος ἀνυπερθέτως ἐν οἴνῳ νέῳ καλλίστῳ
καὶ εὐαρέστῳ μέτρῳ τοῦ ὑπʼ ἐμὲ χωρίου ἀμπελικοῦ
σοῦ παρέχοντος τὰ τούτων κοῦφα. εἰ δὲ μὴ
δυνηθῶ διδόναι σοι τὸν αὐτὸν σῖτον καὶ οἶνον
ἐν τῇ αὐτῇ προθεσμία παρέξω σοι ὑπὲρ τῆς τούτων
τιμῆς χρυσοῦ κεράτια ἓξ εὐθὺς μετὰ τὴν …αδ…[…]
τῆς αὐτῆς προθεσμίας ἰδίῳ μου κινδύνῳ καὶ πάσης
ὑποστάσεως. τὸ γραμματεῖον τοῦτο κύριον καὶ βέβαιον
καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κόλλουθος Λυθίου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Αὐρήλιος Ἀπαλεῦς Ἑρμουπολίτης
ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
Φλάυιος Ἴσακος Φοιβάμωνος ἀπὸ Μω[…]μαρτυρῶ τῷ
γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου […]
ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου
† διʼ ἐμοῦ Βίκτορος ἐγράφη[…]
[v]
χειρόγραφον Κολλούθου Λυθίου ἀμπελουργοῦ ἀπὸ ἐποικίου καλουμένου Τηυπαρατ […] σίτου ἀρτάβης α γ καὶ οἴνου κνιδίων ιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.