no image
DDbDP-text
Sale of a half share of a two-storey house at Antinoopolis. A contract of sale from Antinoopolis in which Alexandros son of Isidoros sells to Cornelius for 600 silver drachmas a half share of a two-storey house with cellar, courtyard and fixtures, which he had himself acquired earlier that month from the heirs of Chairemon. It includes the house's location and neighbours, a warranty clause, and the signed declarations of seller and buyer. machine translation
Linked by Trismegistos ID
TM 22814.
Each record below describes this same artifact or text from a different angle.
[C]
[…]σειμ[…]
[…]πολει[…]
[…]ἀναγραφόμενον ο…[…]
Ἀθηναιεὺς ὁ καὶ Ἐριχθόνιος Ἀλεξάνδρῳ Ἰσιδώρου Ἀλεξάνδρου Ματιδίῳ τῷ καὶΚαλλιτεκνίῳ πεπρακέναι τὸν
Ἀλέξανδρον τῷ Κορνηλίῳ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον
τὸ ὑπάρχον αὐτῷ ἀπὸ δικαίου παραχωρήσεως γενομένης
εἰς αὐτὸν ἐν τῷ ὄντι μηνὶ Φαρμοῦθι τοῦ ἐνεστῶτος ἔτους
κατὰ διαγραφὴν τῆς αὐτῆς τραπέζης ἀπὸ τέκνων Χαιρήμονος Ἀμμωνίου Σεβαστείου τοῦ καὶ Ἡρακλείου μετηλλαχότος μέρος ἥμισυ οἰκίας διστέγου σὺν καταγαίῳ καὶ
αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων ἐν τῷ δ γράμματι
πλινθίῳ ζ τῆς Ἀντινόου, τῆς ὅλης οἰκίας γείτονες νότου ῥύμη
δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος, βορρᾶ Τιθοητίωνος καὶ ἄλλων, ἀπηλιώτου Κορνηλίου καὶ ἄλλων, λιβὸς ἑτέρα οἰκία τρίστεγος τοῦ πωλοῦντος ἢ οἳ ἐὰν ὦσιν γείτονες πάντοθεν,
καὶ ἀνῃρῆσθαι τὸν πωλοῦντα παρὰ τοῦ ὠνουμένου τὴν
συνπεφωνημένην πρὸς ἀλλήλους τιμὴν ἀργυρίου
δραχμὰς ἑξακοσίας γίνονται ἀργυρίου δραχμαι χ, κρατεῖν οὖν καὶ κυριεύειν
τὸν ὠνούμενον Κορνήλιον τοῦ ἡμίσους μέρους τῆς οἰκίας
καὶ αὐλῆς καὶ χρηστηρίων πάντων καὶ διοικεῖν καὶ ἐπιτελεῖν
περὶ αὐτοῦ ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως τῆς βεβαιώσεως
διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ πωλοῦντι Ἀλεξάνδρῳ καὶ τοῖς παρʼ αὐτοῦ καὶ πάντα τὸν ἐπελευσόμενον τούτου χάριν καθʼ ὁντιναοῦν τρόπον ἀποστήσειν αὐτὸν παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις ἢ ἐκτίσειν
τῷ ὠνουμένῳ καὶ τοῖς παρʼ αὐτοῦ διπλῆν τὴν τιμὴν καὶ
εἰς τὸ δημόσιον τὴν ἴσην καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα
χωρὶς τοῦ κυρίαν εἶναι τὴν πρᾶσιν. Ἀλέξανδρος Ἰσιδώρου
Ματίδιος ὁ καὶ Καλλιτέκνιος πέπρακα τῷ Κορνηλίῳ τὸ ὑπάρχον
μοι μέρος ἥμισυ τῆς προκειμένης οἰκίας διστέγου καὶ αὐλῆς
καὶ χρηστηρίων πάντων καὶ ἀπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει
ὡς πρόκιται. Κορνήλιος ἐώνημαι ὡς πρόκιταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.