Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.1164k
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κθ Φιλαντινόου Δημητρίας ἀργυρίου δραχμῶν Βvestiges ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρεντανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι κθ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλικτεκνίου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Φιλαντίνοος Δημητρίας Ἀμμωνί ου Ἀθηναιεὺς ὁ καὶ Σαλαμείνιος Ἑρμίᾳ Ἰσιδώρου τοῦ Ἰσιδώρου Σεβαστίῳ τῷ καὶ Ἡρακλείῳ ὁμολογεῖ διὰ τῆσδε τῆς διαγραφῆς παρακεχωρη κέναι τῷ Ἑρμίᾳ ἀπὸ τοῦ νῦν εἰς τὸ παντελὲς κυρίως καὶ ἀναφαιρέτως καὶ ἀμετανοήτως τὸ καταλειφθὲν ὑπὸ τοῦ κατὰ πατέρα ἀνεψιοῦ Ἰσιδώρου Βησαρίωνος τοῦ Κάστορος Τραιανίου τοῦ καὶ Νικηφορίου ἀτέκνου καὶ ἀδιαθέτου μετηλλαχότος τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ συνκυρόντων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων ἐν τῷ γ γράμματι πλινθίῳ ια τῆς Ἀντινόου ἀπογεγραμμένον ὑπʼἀπογεγραμμένων ἐπʼ αὐτοῦ ἐν τῇεἰς τὴν πρὸς τὸ ι ἔτος κατʼ οἰκίαν ἀπογραφῇ κατὰ μετοχὴν τοῦ λοιποῦ διμοίρου μέρους κληρονόμων Ἀμωνίου Τιθοητίωνος ἀνθʼ ὧν προφέρεται ὁ Ἑρμίας ὀφείλεσθαι αὐ τῷ ὑπὸ τοῦ αὐτοῦ Ἰσιδώρου Βησαρίωνος κατὰ δισσὸν χειρόγραφονχιρόγραφον ἐπὶ τοῦ ἑκκαιδεκάτου ἔτους τῆς εὐτυχεστάτης ταύτης αὐτοκρατορίας μηνὸςἈπελλαίου Φαῶφι εἰκάδος κεφαλαίου δραχμῶν δισχιλίωνδισχιλειλίων καὶ τόκων αὐτῶν τὸ καὶ ὂν παρὰ τῷ αὐτῷ Ἑρμίᾳ εἰς ἐπίδειξινἐπίδιξειν, εἰσὶεἲ δὲδη οἱ γείτονεςγίτονες τῆς οἰκίας καὶ αὐλῆς νότου Ἰσιδώρου οὐετρανοῦ, βορρᾶ Ἑρμίου, ἀπηλιώτου Ἀσκαλάφου καὶ ἄλλων, λιβὸς ῥύμη δημοσία ἢ οἳ ἐὰν ὦσιν γείτονεςγίτονες πάντοθεν, τὴν δὲ πα ραχώρησιν πεποίηται ὁ Φιλαντίνοος τῷ Ἑρμίᾳ τοῦ προκειμένου τρίτου μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων οὐδενὸς ἀντιποι ησάμενος τῶν τοῦ Ἰσιδώρου κατʼ οὐδεμίαν πρόφασιν καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἑρμίαν μηδὲ τοὺς παρʼ αὐτοῦ μηδʼ ἄλλους ὑπὲρ αὐτοῦ τῷ Φιλαντινόῳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ ἡστινοσοῦν ὀφειλῆςὀφιλῆς ὀνόματι τοῦ αὐτοῦ Ἰσιδώρου μηδὲ περὶ ἄλλου τινὸς ἁπλῶς ἐνγράφου ἢ ἀγράφου μηδὲ μὴν τὸν Φιλαντίνοον μηδὲ τοὺς παρʼ αὐτοῦ μηδʼ ἄλλους ὑπὲρ αὐτοῦ τῷ Ἑρμίᾳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ μηδενὸς τῆσδε τῆς παραχωρήσεως τοῦ προκει μένου τρίτου μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων, ἀλλὰ καὶ ἐντεῦθεν εἰς τὸ παντελὲς κρατεῖν αὐτὸν καὶ τοὺς παρʼ αὐτοῦ τού του τοῦ μέρους, ἔτι δὲ καὶ διοικεῖνδιοκεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως καὶ πάντα τὸν ἐπελευσόμενον ὀνόματι τοῦ αὐτοῦ Φιλαντινόου ἀποστήσεινἀπο στήσιν αὐτὸν Φιλαντίνοον παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις χωρὶς τοῦ κυρίαν καὶ βεβαίαν εἶναι τήνδε τὴν παραχώρησιν εἰς τὸν ἀεὶ χρόνον. προσβέβληταιπροσβέβληταεβλητα δὲ διὰ τῆσδε τῆς διαγραφῆς ὑπὲρ ἀναλωμάτων ἀργυρίου δραχμὰς δώδεκα . Φιλαντίνοος Δημητρίας Ἀμμωνίου Ἀθηναιεὺς ὁ καὶ Σαλαμείνι ος παρεχώρησα τῷ Ἑρμείᾳ Ἰσιδώρου τὸ καταλειφθὲν ὑπὸ τοῦ κατὰ πατέρα μου ἀνεψιοῦἀνεψειοῦ Ἰσιδώρου Βησαρίωνος μέρος τρίτον τῆς προκειμένηςπροκιμένης οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων ἀνθʼ ὧν προφέρεται ὀφείλεσθαιὀφίλεσθαι αὐτῷ ὑπὸ τοῦ αὐτοῦ Ἰσιδώρου κατὰ χειρόγραφον δραχμῶν δισχιλίωνδισχειλείων καὶ τόκων αὐτῶν τὸ καὶ ὂν παρʼ αὐτῷ εἰς ἐπίδειξινἐπείδειξιν εἰ χρείαχρία γένοιτο καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς προκειμένοις. Ἀπολλώνιος Βαρβίλλου Νερουιάνειος ὁ καὶκὲ Γενεάρχειος ἔγραψα ὑπὲρ αὐτοῦ τὸ σῶμα τῆς ὑπογραφῆς αὐτοῦ ὕστερον ὑπογράφοντος βραδέως. Φιλαντίνοος Δημητρίας εὐδοκῶ πᾶσι ὡς πρόκιται. Ἑρμίας Ἰσιδώρου Σεβάστιος ὁ καὶ Ἡράκλιος καὶ ὡς χρηματίζει εὐδοκῶ τῇ εἰς ἐμὲ γεγραμμένῃ παραχωρήσει ὑπὸ Φιλαντινόου ἀντὶ δραχμῶν δισχιλίωνδισχειλίων καὶ τόκων αὐτῶν κατὰ δισσὸν χειρόγραφον ὃ καὶ ἔχω παρʼ ἐμαυτῷ εἰς ἐπίδειξινἐπίδιξειν εἰ χρεία γένοιτο καὶ ἐμμένω καὶεμε πείθομαι τοῖς προκειμένοις. Ἅρπαλος Νεμεσίωνος Νερουιάνιος ὁ καὶ Προπατόριος ἀνέγνων τῷ Φιλαντινόῳ τὴν προκειμένην ἀσφάλειαν ὡς περιέχει Ἡράκλειος Ἡρακλείου Νερουιάνιος ὁ καὶ Ἑστιεὺς μαρτυρῶ. Φιλαντίνοος ὁ καὶ Ὡρίων γεραίτεροςγέρδιοσ Ἀπολιναρίου Σαβείνιος ὁ καὶ Ἁρμονιεὺς μαρτυρῶ. Ἰσίδωρος Μαρίου Μα Ἀνθέστιοςανθεστωσ Γφς ὁ καὶ ΝοΓο μαρτυρῶ Φιλαντίνοος Μ Σαβίνιος ὁ καὶ ΤροφωνιεὺςΤρυφονεὺς μαρτυρῶCross-references (3)
- TM-Text 22821 primary
- DDbDP-Text p.lond;3;1164k tier-1
- HGV-Text 22821 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.