no image
DDbDP-text
Nomination of water-guards by officials of Sentrypho to the dyke-overseers. The village heads and other officials of Sentrypho in the Hermopolite nome nominate ten men as water-guards to the dyke-overseers of the southern district, guaranteeing that the nominees are suitable and will not desert. Dated 25 August 345. machine translation
Linked by Trismegistos ID
TM 22860.
Each record below describes this same artifact or text from a different angle.
Φλαυίῳ Ὀλυμπιοδώρῳ τῷ καὶ Ἀσινκριτίῳ
καὶ Ἀχιλλεῖ Εὐδαίμονος Χωματεπεῖκται νοτινῶν μερῶν νομοῦ Ἑρμουπολίτου παρʼ Αὐρηλίων
Τυράννου Πινουττίωνος καὶ Πεκύσιος Παθώτου
κωμάρχων καὶ[…]ατως Ὥρου καὶ Πανίκητος
Πιτηέους καὶ […] Σιλβανοῦ καὶ Ἁτρῆς Πανᾶτος
καὶ Εὐσεβοῦς[…]ωιτος καὶ Πενουτίωνος Νὰ καὶ Πατῶς
Κλώμιος καὶ Πεεῦς Κολλούθου οἱ πάντες ἀπὸ κώμης
Σεντρύφω τοῦ αὐτοῦ νομοῦ. δίδομεν καὶ εἰσαγγέλλομεν εἰς τὴν ὑδροφυλακίαν τῶν ὁρίων διακόπου τῇ τη[…] ἡμῶν κώμης τοὺς ἑξῆς
ἐγγεγραμμένουςὑδροφύλακας οὕσπερ ὄντας
εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὸ λειτούργημα.
ἐὰν δέ τις αὐτῶν λειποτακτήσῃ καὶ μὴ παραστήσωμεν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑπομενοῦμεν ἢ ἔνοχοι εἶμεν τῷ θείῳ ὅρκῳ καὶ
τῷ περὶ τούτου κινδύνῳ. ἔστι δέ·
Πεεῦς Νείλου Ἀροοῦς Ἠλία
Σόις Κολλούθου Πεεῦς Ἁτρῆτος
Σιλβανὸς Στεφάνου Παπνοῦτις Κάστορος
Ἑρμῖνος Ἁτρῆτος Τύραννος Κάστορος
Πανίκητος Εὐδαίμωνος Δῖος Πω…υλιος
οἱ προκίμενοι δημόσιοι ἐπιδεδώκαμεν
τοὺς ὑδροφύλακας πρὸς τὴν τήρησιν τοῦ
ὕδατος ὡς πρόκιται.
ὑπατείας Φλαυίων Ἀμαντίου καὶ Ἀλβίνου τῶν
λαμπροτάτων τῇ β Ἐπαγομένων. Αὐρήλιος Ὡρίων
ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.