no image
DDbDP-text
Cumulative receipt for syntaximon and other money taxes at Soknopaiou Nesos. A cumulative tax receipt recording instalments paid by Stotoetis son of Stotoetis to Horos and his fellow collectors of money taxes at Soknopaiou Nesos in the Fayum. It covers the poll-tax (syntaximon) and various small levies (guards, wild-animal hunt, levy for the destitute, dike tax) paid over AD 174. machine translation
Linked by Trismegistos ID
TM 11797.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τεσσαρεσκαιδεκάτου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Τῦβι ιβ·
διέγραψεν Ὥρῳ καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Σοκνοπαίου Νήσου Στοτῆτις Στοτοήτιος τοῦ Ἱεροπαοῦτος μητρὸς
Στοτοήτιος συνταξίμου τοῦ αὐτοῦ ἔτους δραχμὰς ὀκτὼ, γίνονται δραχμαὶ η, Μεχὶρ ζ δραχμὰς δώδεκα, γίνονται δραχμαὶ ιβ,
Μεχεὶρ κθ δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ, Φαρμοῦθι ε δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Παχὼν ζ δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Παῦνι ζ δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ, Ἐπὶφ ϛ ἡμιωβέλιον χαλκοῦς 2, διπλῶν καὶ ποταμοφυλακίας δραχμὴν μίαν τετρώβολον χαλκοῦς 2, γίνεται δραχμὴ α τετρώβολον ἡμιωβέλιον χαλκοῖ 2, δεσμοφυλακων διώβολον ἡμιωβέλιον χαλκοῦς 2, ὀψωνίου μαγδωλοφυλάκων δραχμὴν μίαν, γίνεται δραχμὴ α, Μεσορὴ ζ μερισμοῦ θηρίων τριώβολον χαλκοῦς 2, ὀψωνίου μαγδωλοφυλάκων δραχμὰς ἑπτά, γίνονται δραχμαὶ ζ, ἐπιμερισμοῦ ἀπόρων τοῦ διεληλυθότος ιβ ἔτους δραχμὰς τρεῖς ὀβολόν, γίνονται δραχμαὶ γ ὀβολός, ιε ἔτους Θῶθ θ διπλῶν καὶ ποταμῶν φυλακῆςδιώβολον χαλκοῦς 2, ὀψωνίου μαγδωλοφυλάκων δραχμὴν μίαν τριώβολον, γίνεται δραχμὴ α τριώβολον, ἐπιμερισμοῦ ἀπορων ιδ ἔτους δραχμὴν μίαν τετρώβολον χαλκοῦς 2
γίνεται δραχμὴ α τετρώβολον χαλκοῖ 2, Φαῶφι γ ἐπιμερισμοῦ ἀπόρων τοῦ διεληλυθότος ιγ ἔτους δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ, Ἁθὺρ θ ὁμοίως δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η,
ιε ἔτους Θὼθ θ ὁμοίως ὁ αὐτὸς ὑπὲρ χωματικῶν τοῦ διεληλυθότος ιγ ἔτους δραχμὰς ἓξ τετρώβολον προσδιαγραφομένων δραχμὴν μίαν χαλκοῦς 2, γίνονται δραχμαὶ ζ τετρώβολον χαλκοῖ 2.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.