Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.5.1711dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τὸν γαμικὸν Φλαύιος Ὡρουώγχις υἱὸς Φιλίππου ἐκ μητρὸς ς τῆς καθοσιωμένος στρατιώτης ἀριθμοῦ Ἀντινόου καὶ ὁστιάριος ἀπὸ τῆς αὐτῆς πόλεως μετʼ ἐγγυητῶν μου τῶν καὶ ἑξῆς ὑπογραφόντων ἑκάστου ἐνεχομένου τῇ ἰδίᾳ ὑπογραφῇ εἰς ἕκαστος καὶ τως τὸ ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις ἐν τῷ δημοσίῳ γαμικὸν συμβόλαιον ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις και λυτων ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως vestig vestiges vestiges λδους μον ἐμαυτὸν τὸν προαφηγηθέντα Ὡρουώγχιον κατʼ ἔκδοσιν ειθοιων ἐπὶ χρησταῖς ἐλπίσι εἰ τῷ Θεῷ δοξεῖεν καὶ γνησίων τέκνων σπορᾷ καὶ τὴν σὴν σεμνὴν καὶ ἀσφαλῆ παρθένειαν εὑρὼν διηγόρευσαδιηκόρευσα· ὅθεν εἰς ταύτην ἥκω τὴν ἔγγραφον ἀσφάλειαν καθʼ ἣν ὁμολογῶ ὀφείλειν καὶ χρεωστεῖν ὑπὲρ τῶν σῶν γαμικῶν ἕδνων ἤτοι πρὸ γάμου δώρων τῶν συμπεφωνημένων καὶ συναρεσάντων μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ τῶν σῶν σεμνῶν γονέων χρυσοῦ νομισμάτων δεσποτικῶν δοκίμων ἓξ ἑκάστου παρὰ κεράτια ἓξ ζυγῷ καὶ σταθμῷ Ἀντινόου γίνεται χρυσοῦ νομίσματα δεσποτικὰ δόκιμα ϛ παρὰ λϛ ζυγῷ καὶ σταθμῷ Ἀντινόου, καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν τῇ σῇ εὐγενείᾳ ὁπόταν βουληθῇς δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐμῆς ὑποστάσεως γενικῶς καὶ ἰδικῶς τῇ σῇ ὑποκειμένης σοι εἰς τοῦτο καὶ ὁμολογῶ μηδὲν ἧττον προσ επὶ τούτοις διαθρέψαι σε γνησίως καὶ ἐνδιδύσκειν καθʼ ὁμοιότητα πάντων τῶν συνμετρίων μου καὶ τὸν προσόντα μοι πόρον κατὰ τὸν δυνατὸν τρόπον τῆς ἐμῆς μετριότητος καὶ ἐν μηδένι καταφρονῆσαί σου μήτε ἐκβαλεῖν σε ἐκ τοῦ ἐμοῦ συνοικεσίου παρεκτὸς λόγου πορνείας καὶ αἰσχρᾶς πράξεως καὶ σωματικῆς ἀταξίας ἀποδειχθησομένης διὰ τριῶν ἢ πλέον ἀξιοπίστων ἀνδρῶν παγανῶν ὄντων καὶ πολιτικῶν ἐλευθέρων καὶ μηδαμῶς ἀποστῆναί με τῆς σῆς κοίτης μηδʼ ἑτέρας δραμεῖν ἀταξίας ἢ ἀσελγείαςἀσελγίας μέντοι καὶ αὐτῆς τῆς σῆς κοσμιότητος ὑπακουούσης μοι καὶ φυλαττούσης μοι πᾶσαν εὔνοιαν καὶ εἰλικρινῆ στοργὴν ἐν πᾶσι καλοῖς καὶ ὠφελίμοιςὀφελίμοις ἔργοις τε καὶ λόγοις καὶ ὑποταττομένης μοι τρόποις ἅπασιν ἅτε δὴ ἀνήκει ἁπάσαις εὐγενεστάταις γυναιξὶν ἐνδείκνυσθαι εἰς τοὺς ἑαυτῶν εὐμοίρους καὶ φιλαιτάτους ἄνδρας δίχα ὕβρεως καὶ ἁψικορίας καὶ οἵας δήποτε καταφρονήσεως, ἀλλʼ οἰκουρὰν διόλου εἶναι καὶ φίλανδρον περὶ ἐμὲ γενέσθαι σε ἀκολούθως τῇ παρʼ ἐμοῦ δειχθησομένῃ σοι ἀγαθῇ καὶ σώφρονι προαιρέσει καὶ εἰ συμβαίη μοί ποτε καιρῷ ἢ χρόνῳ καταφρονῆσαί σου κατὰ τὸν προαφηγηθέντα τρόπον ἢ ἐκβαλεῖν σε χωρὶς εὐλόγου αἰτίας ὡς προγέγραπται ἑτοίμως ἔχω ἐγὼ ὁ προγεγραμμένος σὸς ἀνὴρ Ὡρουώγχις παρασχεῖν τῇ σῇ κοσμιότητι λόγῳ ποινῆς τῆς αὐτῆς καταφρονήσεως χρυσοῦ νομίσματα δεκαοκτὼ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα καὶ γυμνὸςκαιενος ἐξελθεῖν με ἐκ τοῦ σε χωρὶςχωρεὶς ἀντιλογίας καὶ κρίσεως καὶ δίκης καὶ πάσης ἀφορμῆς καὶ μέμψεως καὶ παντοίας νομίμου παραγραφῆς καὶ εὑρησιλογίαςεὑρεσιλογίας ἐνεχομένης καὶ σοῦ τῆς προαφηγηθείσης μου νύμφης καὶ γαμετῆς Σχολαστικίας τῷ αὐτῷ ἴσῳ μέντοι προστίμῳ εἰ καὶ ἐμοῦ καταφρονήσαιςκαταφρονέσαις ἐπὶ τοῖς προτεταγμένοις συμφώνοις ἐφʼ οἷς καὶ αμος προσομολογῶ ἐγὼ ὁ σὸς γαμέτης μὴ συγκαλέσαι τινα ἀνακόλουθον κατʼ οἶκον ἐπὶ σὲ μήτε συμποσιάζειν ἐγγὺς σου μεθʼμετʼ ἑταίρων ἢ οἰκείων ἢ μεθʼ ἑτέρου τινὸς σοῦ μὴ βουλομένης τὴν αὐτῶν κατάστασιν καὶ εἰς ἀσφάλειαν ἑκατέρου μέρους καὶ τοῦ φιλαλλήλου συνοικεσίου ἐθέμην τοῦτο τὸ τῆς συζυγίας σύμφωνον ἤτοι γαμικὸν συμβόλαιον κύριον ὃν καὶ βέβαιον πανταχοῦ ἐπιφερόμενον καὶ ἐπερωτηθεὶς ἑκὼν καὶ πεπεισμένος ὡμολόγησα μὴ φόβῳ, μὴ δόλῳ, μὴ βίᾳ καὶ ἀπάτῃ, μήτε ἀνάγκῃ συνελαυνόμενος καὶ ὑπο γεγραμμένον ἐξέδομήν σοι πρὸς ἀσφάλειαν καὶ πρὸς πάντα καὶ πρὸς ἕκαστον αὐτῶν τῶν ἐνπεριεχομένων αὐτῷ κεφαλαίων καὶ ἐπὶ τῇ τοῦ προστίμου ἀποδόσει εἰ οὕτω τύχοι ὑποθέμενός σοι πᾶντα τὰ νῦν ὄντα καὶ ἐσόμενά μοι πράγματα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης ἀπέλυσα. προσομολογῶ αὖτε ἐγὼ ὁ προγεγραμμένος γαμέτης Ὡρουώγχις μὴ δύνασθαι μή ποτε καιρῷ ἢ χρόνῳ ἐνεγκεῖν ἀλλοδαπὰς γυναῖκας ἐπάνω τῆς ἐμῆς ἐλευθέρας, εἰ δὲ τοῦτο πράξω ἐπιδώσω τὸ αὐτὸ πρόστιμον. Φλαύιος Ὡρουώγχις Φιλίππου καθοσιωμένος στρατιώτης ἀριθμοῦ Ἀντινόου καὶ ὁστιάριος ἀπὸ τῆς αὐτῆς πόλεως μετʼ ἐγγυητῶν μου τῶν καὶ ἑξῆς ὑπογραφόντων ἑκάστου ἐνεχομένου τῇ ἰδίᾳ ὑπογραφῇ ἐθέμην τοῦτο τὸ γαμικὸν μου συμβόλαιόν σοι τῇ προειρημένῃ Σχολαστικίᾳ Θεοδώρου ἐμῇ γαμετῇ νύμφῃνεμφη εἰς χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ταῦτα ἀποδώσω σοι ὁπόταν βουληθῇς καὶ ποιήσω πάντα τὰ συνταχθέντα ἐν τῷ αὐτῷ γαμικῷ συμβολαίῳ κατὰ τὴν δύναμιν ἑκάστου κεφαλαίου καὶ ἀποδώσω τὸ προειρημένον πρόστιμον εἰ ὑπερβήσωμαι ταῦτα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Αὐρηλία Μαρία θύγατηρ Μηνᾶ ἡτη εὐγενεστάτη ἀπὸ τῆς Ἀντινόου ἐγγυῶμαι τὸν προγεγραμμένον Ὡρουώγχιον Φιλίππου στρατιώτην καὶ ὁστιάριον ἀριθμοῦ Ἀντινόου εἰς χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω εἰ συμβαίη αὐτὸν παραφρονεῖν τὸν προειρημένον γαμικὸν συμβόλαιον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκειται. Αὐρήλιος Ἀντώνιος Βίκτορος ἀπὸ Ἀντινόου ἀνὴρ τῆς προγεγραμμένης Μαρίας ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης καὶ εἰπούσης μοι κατὰ πρόσωπον γράμματα μὴ εἰδυίαςεἰδυίης. Φλαύιος Κωνσταντῖνος Ἰωσηφίου στρατιώτης καὶ δαμνάριος ἐγγυῶμαι τὸν προγεγραμμένον Ὡρουώγκιον Φιλίππου στριώτην καὶ ὁστιάριον ἀριθμοῦ Ἀντινόου εἰς χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω εἰ συμβαίη αὐτὸν παραφρονεῖν τὸ προειρημένον γαμικὸν συμβόλαιον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκειται. Φλαύιος Χριστόδωρος Ἰωάννου στρατιώτης καὶ ἀδιούτωρἀδιούτορ ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλαύιος Φοιβάμμων Ἀλεξάνδρου πρώτης ἀριθμοῦ Ἀντινόου ἐγγυῶμαι τὸν προγεγραμμένον Ὡρουώγκιν Φιλίππου στρατιώτην καὶ ὁστιάριον ἀριθμοῦ Ἀντινόου εἰς χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω εἰ συμβαίη αὐτὸν παραφρονεῖν τὸ προειρημένον γαμικὸν συμβόλαιον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Ἰσιδώρου νοτάριος ἀπὸ Ἀντινόου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος παρόντος καὶ εἰπόντος μοι κατὰ πρόσωπον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.