Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mert.1.6
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
δάνειον πυροῦ ἀρτάβης α δ Ἰρινιοῦτι Σενθέως· ἐδάνεισεν Κάστωρ Μιθροδάτου. βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς καὶ Τρυφαίνης τῆς ἀδελφῆς θεῶν Φιλοπατόρων καὶ Φιλαδέλφων ἔτους τετάρτου ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλων γραφομένων ἐν Ἀλεξανδρείαι μηνὸς Ξανδικοῦ ἕκτηι Μεχεὶρ ἕκτηι ἐν τῶι Νέστου ἐποικίωι τῆς Ἡρακλεί δου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Κάστωρ Μιθροδάτου Μακεδὼν ἱππάρχης ἐπʼ ἀν δρῶν καὶ Ἱλάρα ἡ γυνὴ Πτολεμαίωι τῶι καὶ Πετεσούχωι Ὥρου ΠέρσῃΠέρσης τῆς ἐπιγονῆς καὶ τῆι τούτου γυναι κὶ Ἀπολλωνίαι τῆι καὶ Τασοῦτι Ἁρχύψιος Περσίνηι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πτολεμαίου τοῦ προγεγραμμένου αοκεφαλους πυροῦ ἀρτάβην μίαν τέταρτον , ἃς καὶ ὁμολογοῦσι μεμετρῆσθαι καὶ ἔχειν ἐκ πλήρους ἅμα τῆι συγγραφῆι ταύτηι τιθεμένηι κυρίαι· τὸ δὲ δάνειον τοῦτο, τὴν μίαν τέ ταρτον ἀρτάβην τοῦ πυροῦ, ἀποδότωσαν οἱ δεδανεισμένοιδεδανισμένοι Κάστορι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Παῦνι τοῦ αὐτοῦ ἔτους πυρὸν νέον καθαρὸν καὶ ἄδολον ἀπὸ πάντων μέτρωι ἡμιαρταβίωι καθεσταμέ νας εἰς τὴν αὐτὴν τοῖς ἰδίοις ἀνηλώμασι· ἧς δʼ ἂν ἀρτάβης μὴ ἀποδῶσι καθὰ γέγραπται ἀποτι σάτωσαν τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δρα χμὰς τρισχιλίας ἢ τὴν ἐσομένην τούτων πλείσ την τιμήν, τῆς πράξεως οὔσης ἔκ τε αὐτῶν τῶν δεδανεισμένωνδεδανισμένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων πράσσοντι κυρίως καθάπερ ἐκἐγ δίκης ἐγγύωνἐγγυοι ἀλλήλων εἰς ἔκτεισιν. ἡ συγγραφὴ ἥδε κυρίακυρίαι. μάρτυρες Ἰσχυρίων, Σιμίας, Ἑρμίας, Μένων, ιος, Ἀπελλῆς, οἱ ἕξ , οἱ ε τῶν Κασσάνδρου συγγραφοφύλαξ Ἰσχυρίων. Πτολεμαῖος ὃςὣς καὶ Πετεσοῦχος Πέρσης τῆς ἐπιγονῆςἐπειγωνῆς ἔχω τὸ δάνειονδάνιον ςCross-references (3)
- TM-Text 5239 primary
- DDbDP-Text p.mert;1;6 tier-1
- HGV-Text 5239 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.