no image
DDbDP-text
Account via HGV-meta
Monthly account of overseers of the fullers' tax on boats and natron. Monthly account submitted by the overseers of the tax contract on fullers' washing for the month Phaophi of year 23 of Antoninus Pius. It lists five boatmen, each paying a charge based on the burden of their boat plus a charge for natron, and totals the sums to be paid to the bank. machine translation
Linked by Trismegistos ID
TM 21310.
Each record below describes this same artifact or text from a different angle.
παρὰ Διονυσίου τοῦ
καὶ Ἀπολλωνίου Ἀπολλωνίου
καὶ Διογένους Διογένους καὶ Ἑρμᾶτος Σαραπᾶτος καὶ Θέωνος Ἑρμᾶτος καὶ τῶν σὺν αὐτοῖς ἐπιτηρητῶν ὠνῆς πλύνου γναφέων τοῦ ἐνεστῶτος
κγ ἔτους Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου. μηνιαῖος
λόγος τῶν ἀπὸ α Φαῶφι ἕως λ· ἐστὶ δὲ·
Πιβήκιος πλοίου α ἀγωγῆς
ἀρταβῶν ξ δραχμὰς λ καὶ ὑπὲρ πτυχίδων
νίτρου ρ δραχμὰς ιδ διώβολον, γίνονται δραχμαὶ μδ διώβολον·
Κεντυρίων πλοίου α
ἀγωγῆς ἀρταβῶν ν δραχμὰς κε καὶ ὑπὲρ
πτυχίδων νίτρου ρ δραχμὰς ιδ διώβολον, γίνονται δραχμαὶ λθ διώβολον·
Πασβῆς πλοίου α ἀγωγῆς
ἀρταβῶν π δραχμὰς μ καὶ ὑπὲρ πτυχίδων νίτρου
ρ δραχμάς ιδ διώβολον, γίνονται δραχμαὶ νδ διώβολον·
Ὡρίων πλοίου α ἀγωγῆς
ἀρταβῶν ξ δραχμὰς λ καὶ ὑπὲρ πτυχίδων νίτρου ρ
δραχμὰς ιδ διώβολον, γίνονται δραχμαὶ μδ διώβολον· Πάλλις
πλοίου α ἀγωγῆς ἀρταβῶν ξ δραχμὰς λ
καὶ ὑπὲρ πτυχίδων νίτρου ρ δραχμὰς ιδ διώβολον,
γίνονται δραχμαὶ μδδιώβολον. γίνονται τοῦ μηνὸς δραχμαὶ σκϛ τριώβολον. εἰς ἀρίθμησιν δὲ καὶ
ἐπὶ τοῦ Θὼθ μηνὸς
τοῦ ἐνεστῶτοςἔτους δραχμαὶ σλθ τετρώβολον,
ἐὰν ἀπολίπωνται. γίνονται
ἐπὶ τὸ αὐτὸ τῆς διαγραφῆς δραχμαὶ υξϛ,
αἳ καὶ διαγράφονται ἐπὶ
τραπεζίτην. ἔτους κγ
Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς, Ἁθὺρ α
Διονύσιος ὁ καὶ Ἀπολλὼς Ἀπολλωνίου
κατεχώρισα.
Θέων Ἑρμᾶτος συνκατεχώρισα. Διογένης
Διογένους συνκατεχώρισα,[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.