no image
DDbDP-text
Cession of Land via HGV-meta
Linked by Trismegistos ID
TM 12300.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ιη Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Περσικῶν Μεγίστων Βρεταννικῶν
Μεγίστων Καρπικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν και ἔτους ι τῶν κυρίων ἡμῶν Φλαουίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων τῶν ἐπιφανεστάτων Καισάρων μηνὸς[…]ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αυρήλιος Ἀτίσιος Ἁτρῆ μητρὸς Θαλλοῦτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ κάτωθεν γόνατος[…]…[…]…ω Αὐρηλίῳ Ἥρωνι Ἄπωνος μητρὸς
[…]ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν[…]οὐλὴ … δεξιᾷ παρακεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῷ καὶ ἀπογραφείσας ὑπὸ αὐτοῦ διὰ τῆς γενομένης παρὰ Σαβίνῳ κηνσίτορι ἀπογραφῆς
τῷ[…]ἔτει καὶ[…]ἔτει καὶ[…]ἔτει μηνὶ Θὼθ κβ περὶ ὁριοδικτίαν τῆς προκειμένης κώμης Καρανίδοςτετάρτης πέμπτης τοπαρχίαςἩρακλείδου μερίδος ἐπὶ μὲν τῆς πρώτης σφραγῖδος ἐν τόπῳ Ταλινάρτυ λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας τρεῖς ὄγδοον τετρακαιεξηκοστὸνκαὶ ἀβρόχου ἀρούρης τέταρτον ἑκκαιδέκατον ἐπὶ δὲ τῆς ε σφραγῖδος ἐν τόπῳ Τκαινπάω λεγομένῳ ἰδιωτικης γῆς σπορᾶς ιδ ἔτους καὶ ιγ ἔτους καὶϛἔτους ἀρούρας δύο , ἔτι τε καὶ ἐκκεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι τὴν ἀπὸ τοῦ εὐτυχῶς
εἰσιόντος ιθ ἔτους καὶ ιη ἔτους καὶ αα ἔτους διαπαντὸς γεωργίαν ὧν ἀπεγράψατο ὁ ὁμολογῶν Ἀτίσιος διὰ τῆς αὐτῆς ἀπογραφῆς ἐπὶ τῆς προκιμένηςασφραγῖδος ἐν τῷ τόπῳ Ταλινάρτυ λεγομένῳ βασιλικῆς γῆς σπορίμης ἀρουρῶν ἓξ ἡμίσους τετάρτου
ὀγδόου καὶ ἄλλων βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης τετάρτου ὀγδόου ἑκκαιδεκάτου καὶ ἀβρόχου ἀρούρης ἡμίσους ἑκκαιδεκάτου ιϛ ἐπὶ παντὸς τοῦ ἀρουρηδοῦ ἢ ὅσων ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον, ἐπὶ τοῖς οὖσι αὐτῶν ὁρίοις
καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ εἰσόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν γείτονες καθὼς ἡ προκιμένη ἀπογραφὴ περιέχει, τῆς μὲν ἐπὶ τῆς α σφραγῖδος ἰδιωτικῆς τε καὶ βασιλικῆς γῆς πάσης οὔσης
ἐν ἑνὶ πήγματι ἀπὸ μὲν ἀνατολῶν Πτολλᾶ κτῆσις ἀπὸ δὲ δυσμῶν διῶρυξ μεθʼ ἣν χέρσος ἀδέσποτος διόλου, τῶν δὲ ἐπὶ τῆς ε σφραγῖδος ἀρουρῶν ἀπὸ μὲν ἀνατολῶν Ταυημέρας κτῆσις ἀπὸ δὲ δυσμῶν Παησίου κτῆσις, ἄνευ τιμῆς καὶ παραχωρητικοῦ καὶ
πάσης τινὸς γοῦν δόσεως ἀντὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων τελεσμάτων
πάντων, και βεβαιώσειν τὸν ὁμολογοῦντα Ἀτίσιον τῷ Ἥρωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν παραχωρησιν τῶν προκιμένων ἀρουρῶν πάσῃ βεβαιώσει, ἃς καὶ παρέξασθαι ἀνεπάφους
καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ μὲν τελεσμάτων πάντων, τῶν δημοσίων παντοίωνσιτικῶν τε καὶ κριθικῶν καὶ ἀργυρικῶν καὶ ἀννωνῶν καὶ ἑτέρων παντοίων ἐπιβολῶν καὶ τῆς θείας διατυπώσεως ἀπὸ τῶν
ἔμπροσθεν χρόνων μέχρι τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους ὄντων πρὸς τὸν ὁμολογοῦντα Ἀτίσιον διὰ τὸ καὶ τὴν ἐπικειμένην ἐν ταῖς ἀρούραις τῷ ἐνεστῶτι ἔτει σπορὰν αὐτῷ τῷ Ἀτισίῳ διαφέρειν, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως
διαπαντός, καὶ ἀπὸ τοῦ νῦν κρατεῖν τὸν Ἥρωνα τῶν παραχωρηθέντων καὶ ἐκχωρηθέντων αὐτῷ ἀρουρῶν πασῶν καὶ κυριεύειν καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀπὸ τοῦ ἑξῆς εὐτυχῶς εἰσιόντος ἔτους εἰς τὸ ἴδιον αὐτὸν ἀποφέρεσθαι και ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν
καὶ[…]τὴν βασιλικὴν γῆν ὡς ἐὰν αἱρῆται καὶ διευθύνειν αὐτὸν τῷ τῷ ἱερωτάτῳ ταμείῳ ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ἔτους τὰ δημόσια πάντα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας καὶ τὴν θείαν διαπύτωσιν ἐπὶ τὸν ἀεὶ χρόνον, ἐφʼ ἃς καὶ μὴ ἐπιπορεύεσθαι αὐτὸν τὸν Ἀτίσιον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα κατὰ μηδένα τρόπον ἀλλὰ καὶ τὸν ἐπελευσόμενον καθʼ ὁντιναοῦν
τρόπον ……[…]…ν ἀποστήσειν αὐτὸν παραχρῆμα τοῖς ἰδίοις αὐτοῦ δαπανήμασι, ἔτι καὶ προσεκτίσειν τὰ ἀναλώματα
διπλᾶ χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα, καὶ οὐκ οὔσης ἐξουσίας οὔτε τῷ ἐκχωρήσαντι Ἀτισίῳ οὔτε μὴν τῷ ἐκχωρηθέντι Ἥρωνι …[…] αὐτὸν ἀλλάξει τὸν ἕτερον ἢ παραβῆναι τι τῶν ἐνγεγραμμένων κατὰ μηδένα τρόπον διὰ τὸ ἑκουσίῳ
καὶ αὐθαιρέτῳ γνώμῃ ἐπὶ τήνδε τὴν παραχώρησιν καὶ ἐκχώρησιν αὐτοὺς ἐληλυθέναι, καὶ περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος Ἀτίσιος Ἁτρῆ ὁμολογῶ παρακεχωρηκέναι τὰς ὑπαρχούσας μοι περὶ ὁριοδικτίαν
κώμης Καρανίδος ἰδιωτικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν ἔτι τε καὶ ἐκκεχωρηκέναι βασιλικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας ἑπτὰ ἥμισυ τέταρτον ὄγδοον ὧν αἱ γειτνίαι πρόκεινται, ἀντὶ τῶν δημοσίων τελεσμάτων αὐτῶν
πάντων καὶ τῆς θείας διατυπώσεως, καὶ βεβαιῶ καὶ ἐμμενῶ πᾶσι καὶ οὐδὲ παραβήσομαι ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος[…]ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων Ἄπωνος γέγονεν εἴς με ἡ παραχώρησις καὶ ἐκχώρησις τῶν προκειμένων ἀρουρῶν πασῶν καὶ τελέσω τὰ ὑπὲρ αὐτῶν δημόσια πάντα καὶ τὴν θείαν διατύπωσιν ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους ἐπὶ τὸν ἅπαντα χρόνον ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀμμώνιος
Θεονίνου οὐετρανὸς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.