no image
DDbDP-text
Arrangement Regarding Payments via APIS-papyrus
Linked by Trismegistos ID
TM 5242.
Each record below describes this same artifact or text from a different angle.
ἔτους κγ Πανήμου κη Τῦβι κη ἐν Κροκοδείλων πόλει τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Λεοντίσκος Λεοντίσκου Πέρσης
τῆς ἐπιγονῆς καὶ Θῦμος Μεγακλέους Μακεδὼν
τῆς ἐπιγονῆς καὶ Τεσενοῦφις Πετώυτος Ἀρσινοείτης Νικάνδρωι Συρακοσίῳ τῶν
Θεοδώρου τῆς β ἱππαρχίας ὀγδοηκονταρούρῳ τάξασθαι αὐτῶι ὑπὲρ Εἰρήνης τῆς Ὄρφεως Μακέτας εἰς τὸ κατὰ τὴν ὑποθήκην δάνειον
καὶ τοὺς τόκους τῶν μδ ταλάντων καὶ Δω τοῦ
ὑπάρχοντος αὐτῆι ἀμπελῶνος καὶ παραδείσου τοῦ ὄντος ἐν Φιλαδελφείαι τῆς Ἡρακλείδου μερίδος τὴν τεθεῖσαν τοῦ κγ ἔτους μηνὸς
Δαισίου χαλκοῦ νομίσματος τάλαντα μη τὸν φόρον
ὧν μεμίσθωνται Λεοντίσκος καὶ Θῦμος καὶ Τεσενοῦφις παρὰ Εἰρήνης καρπῶν ἐλαίνων καὶ συκίνων καὶ ῥοίνων τῶν ὄντων ἐν τῶι προειρημένῳ παραδείσῳ ἐν βασιλικῆι καὶ δωρεαίαι γῇ
ἐν ἑνὶ περιβόλωι εἰς τὸ κδ ἔτος κατὰ συνγραφὰς μισθώσεων καὶ ἀποδώσειν Νικάνδρῳ ἢ οἷς ἂν συντάσσηι ἐν Φιλαδελφείαι κατὰ τὰς ἐν αὐταῖς διαστολάς, ἀπὸ μὲν Παῦνι τοῦ κγ ἔτους ἕως
Θαωὺθ τοῦ κδ ἔτους κατὰ μῆνα ἕκαστον χαλκοῦ
τάλαντα β καὶ ἐν τῶι Φαῶφι μηνὶ χαλκοῦ τάλαντα η,
ἐν δὲ τῶι Ἁθὺρ τοῦ αὐτοῦ ἔτους
τάλαντα ιε καὶ ἐν τῶι Χοιὰκ τοῦ αὐτοῦ ἔτους τὰ
λοιπὰ ιζ, προιεμένου αὐτοῖς Νικάνδρου ἢ τῶν
παρὰ αὐτοῦ καθʼ ἑκάστην δόσιν σύμβολα ἀποχῆς. ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται ἀποτεισάτωσαν Λεοντίσκος καὶ Θῦμος καὶ Τεσενοῦφις Νικάνδρωι παραχρῆμα ὃ ἂν ὀφειλήσωσιν ἡμιόλιον. μηθὲν δὲ παρασυνγραφούντων αὐτῶν προσδεξάσθω Νίκανδρος Εἰρήνῃ τὰ προγεγραμμένα χαλκοῦ τάλαντα μη εἰς τὸ κατὰ τὴν
ὑποθήκην δάνειον καὶ τοὺς τόκους καθʼ ὅ τι
προγέγραπται καὶ ὃ ἂν ἐγλόγου προσοφειλήσωσιν αὐτῶι πρὸς τὴν ὑποθήκην. ἐὰν μὲν λείπηταί
τι πρὸς τὰ μη τάλαντα τοῦ χαλκοῦ ἤτοι διὰ φθορὰν
ἢ διὰ κίνδυνον ἢ διʼ ἀφορίαν τῶν καρπῶν
τῶν κατὰ τὰς προειρημένας μισθώσεις ἃς τέθειται Εἰρήνη πρὸς τοὺς προειρημένους προσκομισάμενος παρʼ Εἰρήνης λύσιν ποιησάσθω
τῆς ὑποθήκης ἐν τῶι διʼ αὐτῆς ὡρισμένωι χρόνωι.
ἐὰν δὲ Νίκανδρος κομισάμενος παρὰ τῶν προειρημένων τὰ προγεγραμμένα χαλκοῦ μη ἤτοι μὴ προσδέξηται τῆι Εἰρήνηι ἢ καὶ προκομισάμενος τὸ
λοιπὸν μὴ ποιῆται λύσιν τῆς ὑποθήκης ἀποτεισάτω Νίκανδρος Εἰρήνηι παραχρῆμα ἐπίτιμον
ἀργυρίου τοῦ παλαιοῦ Πτολεμαιικοῦ νομίσματος δραχμὰς χιλίας καὶ μηθὲν ἧσσον ἐπάναγκον ἔστω Νικάνδρωι λύσιν ποιήσασθαι τῆς
ὑποθήκης. ἡ συνγραφὴ κυρία ἔστω πανταχοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.