no image
DDbDP-text
Application for a Lease of Grain Land via HGV-meta
Application to lease grain land at Bakchias. An application by Horos son of Horos of Bakchias to lease from Haryotes son of Alexas 4 1/2 arouras of cleruchic grain land for four years at a yearly rent of 20 artabas of wheat. It sets out the farming duties and the condition in which the land must be returned. It was written at Bakchias in the Fayum in January AD 121. machine translation
Linked by Trismegistos ID
TM 11987.
Each record below describes this same artifact or text from a different angle.
Ἁρυώτῃ Ἀλεξᾶ
παρὰ Ὥρου Ὥρου τοῦ Ὥρου τῶν ἀπὸ κώμης
Βακχιάδος, Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τέσσαρα σπορὰς τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας σοι περὶ τὴν
προγεγραμμένην κώμην Βακχιάδα κλήρου
ἀρούρας τέσσαρας ἥμισυ ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾶι σφραγῖδι ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος σὺν αἷς λήμψομαι
παρὰ σοῦ σπερμάτων πυροῦ ἀρτάβαις τέσσαρσι ἡμίσει πυροῦ ἀρταβῶν εἴκοσι μέτρῳ ἑξαχοινίκωι
παραλημπτικῶι Ἀλεξᾶτος ἀδελφοῦ σου ἀνυπολόγων
καὶ ἀκινδύνων. καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου ἕκαστον
τῶι δέοντι καιρῶι βλάβος μηδὲν ποιῶν, τὰ δὲ
κατʼ ἔτος ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι ἐν τῆι
κώμηι νέα καθαρὰ ἄδολα ἄκριθα, καὶ μετὰ τὸν
χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ
θρύου καλάμου ἀγρώστεως δείσης πάσης, καὶ
τὸ ἥμισυ μέρος ἀναπεπαυμένον χόρτωι, τὸ δὲ
λοιπὸν ἥμισυ ἀπὸ καλάμης, τῶν φορέτρων
τοῦ ἐπισπουδασμοῦ ὄντων πρὸς ἐμὲ τὸν Ὧρον,
ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις.
Ἁρυώτης ὡς ἐτῶν νθ οὐλὴ ἀστραγάλῳ ποδὸς ἀριστεροῦ.
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι κβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.