no image
DDbDP-text
Lease of Grain Land via HGV-meta
Application to lease grain land at Bakchias from a cavalry veteran. An application by Horos son of Horos of Bakchias to lease 5 arouras of grain land for four years from Marcus Anthestius Gemellus, a discharged cavalry veteran, at a yearly rent of 25 artabas of barley. The landowner's subscription accepts the lease; it was written at Bakchias in the Arsinoite nome in late August AD 122. machine translation
Linked by Trismegistos ID
TM 11988.
Each record below describes this same artifact or text from a different angle.
Μάρκωι Ἀνθεστίωι Γεμέλλωι τῶν
ἀπολελυμένων ἱππέων
παρὰ Ὥρου τοῦ Ὥρου ἀπὸ κώμης
Βακχιάδος Πέρσου τῆς ἐπιγονῆς.
βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐπʼ
ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος
ἕκτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν
κώμην ἀρούρας πέντε ἢ ὅσας ἐὰν ὦσι
ἐν μιᾷ σφραγῖδι ἐκφορίου τοῦ παντὸς
κατʼ ἔτος σὺν αἷς λήμψομαι σπέρματα
κριθῆς ἀρτάβαις πέντε κριθῆς ἀρταβῶν εἴκοσι πέντε πα… μέτρῳ
ἑξαχοινίκῳ ἑρμηνέως κώμης καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα καὶ κατασπορὰς
καὶ καθαρισμοὺς καὶ σιφωνολογίας
σπείρων ἐπὶ τὰ πρῶτα ἔτη τρία ὡς
ἐὰν αἱρῶμαι, τῷ δὲ τετάρτῳ ἐν χόρτῳ
εἰς κοπὴν ξηρασίαν καὶ τὰ κατʼ ἔτος
ἐκφόρια ἀποδώσω σοι ἐν μηνὶ Παῦνι
ἐφʼ ἅλῳ τῶν ἀρουρῶν νέα καθαρὰ
ἄδολα, τῶν κατʼ ἔτος δημοσίων φορέτρων
ὄντων πρὸς ἐμὲ τὸν Ὧρον, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ κοπῆς χόρτου καθαρὰς ἀπὸ θρύου καλάμου
ἀγρώστεως δείσης πάσης, ἐὰν φαίνηται ἐπιχωρῆσαι ἐπὶ τοῖς προκειμένοις καὶ
ἀπὸ δημοσίων. Μάρκος Ἀνθέστιος
Γέμελλος μεμίσθωκα καθὼς πρόκειται. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς
Μεσορὴ ἐπαγομένων[…].Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.