no image
DDbDP-text
Offer to sublease public land near Bakchias. An offer to sublease 7 arouras of public land near Bakchias, made by Herakleides son of Horion to the brothers Stotoetis and Pakysis, who themselves leased it from the villagers of Soknopaiou Nesos. He offers a rent of 14 artabas of wheat for one year, sowing five arouras with wheat and two with fallow crops. Written in October 149 AD in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 11693.
Each record below describes this same artifact or text from a different angle.
Στοτοήτι καὶ Πακύσι ἀμφοτέροις Ἀπύγχεως τοῦ
Στοτοήτεως
παρα Ἡρακλείδου Ὡρίωνος τοῦ καὶ Παπειρίου
τοῦ Ἡρακλείδου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φα…ου Πέρσου
τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν
πρὸς μόνον τὸ ἐνεστὸς τρεισκαιδέκατον ἔτος
Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν καὶ ὑμεῖς
τυγχάνετε ἔχειν ἐν μισθώσει παρὰ τῶν ἀπὸ κώμης
Σοκνοπαίου Νήσου δημοσίας γῆς ἀρούρας ἑπτὰ
ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν μιᾷ σφραγῖδι περὶ Βακχιάδα ἐκφορίου τῶν ὅλων
τοῦ παντὸς ἀσπερμὶ πυροῦ μέτρῳ ἑξαχοινίκῳ
ἀρταβῶν δέκα τεσσάρων χωρὶς ὧν καὶ ἐπιτελέσω τὰ γεωργικὰ ἔργα πάντα ὅσα καθήκει
ἐκ τοῦ ἰδίου σπείρων ἀρούρας μὲν πέντε πυρῷ
καὶ τὰς λοιπὰς ἀρούρας δύο ἀπὸ νότου ἀναπαυματικοῖς γένεσι, τὰς δὲ τοῦ ἐκφορίου πυροῦ ἀρτάβας
δέκα τέσσαρας ἀποδώσω ὑμῖν ἐφʼ ἅλω τῶν
ἐδαφῶν, πρὸς ἐμὲ ὄντος τοῦ ὀνηλατικοῦ φορέτρου μέχρι Ἱερᾶς, τῶν ὑπὲρ αὐτῶν
ἐκφορίων πάντων καὶ παντὸς εἴδους ὄντων
πρὸς ὑμᾶς τοὺς περὶ τὸν Στοτοῆτιν, ἐὰν φαίνηται μισθῶσαι. γείτονες δὲ τῶν μισθουμένων
ἀρουρῶν ἑπτὰ νότου ἃ ἔχει ἐν μισθώσει Πτολλᾶς
Σαταβοῦτος, βορρᾶ Ἀλείνου σπειρόμενα ἐδάφη,
λιβὸς πεδιακὴ ὁδός, ἀπηλιώτου διῶρυξ.
Ἡρακλείδης ὡς ἐτῶν λε οὐλὴ ὀφρύι ἀριστερᾷ.
ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι κβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.