no image
DDbDP-text
Offer to sublease five arouras of public land. An offer to sublease five arouras of public land, addressed by Heron son of Dionysios to Pakysis son of Pakysis, who held the land on lease from the state. Heron offers a yearly rent of 25 artabas of wheat plus 8 drachmas for donkey transport, with Pakysis paying the public dues. Written in the Arsinoite nome in September 140 AD. machine translation
Linked by Trismegistos ID
TM 9296.
Each record below describes this same artifact or text from a different angle.
Πακύσει Πακύσεως
παρὰ Ἥρωνος τοῦ Διονυσίου τοῦ […]…[…]
ου ἀπὸ ἀμφόδου[…]βούλομαι
μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη[…]ὧν
ἔχεις ἐν μισθώσει δημοσίων ἀρουρῶν
ἀρούρας πέντε ἢ ὅσα ἐὰν ὦσι ἐφʼ ὃν
μένει ἡ γεωργία χρόνον ἀπὸ τοῦ ἐνεστῶτος δ ἔτους Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος
ἕκαστον πυροῦ ἀρταβῶν εἴκοσι πέντε
λαμβάνοντός μου τὰ ἐκ δημοσίου ἐπιστελλόμενα σπέρματα καὶ ἐπιτελέσω
τὰ καθήκοντα γεωργικὰ ἔργα πάντα
ὅσακαθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν, σπείρων
τὸ ἔδαφος οἷς ἐὰν αἱρῶμαι γένεσι πλὴν
κνήκου καὶ τὸ κατʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ τοῦ κλήρου
καὶ δώσω δὲ κατʼ ἔτος εἰς λόγον ναύλου
ὄνων δραχμὰς η, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ τρίτον μέρος ἀπὸ ἀναπαύσεως
καὶ τὸ λοιπὸν δίμοιρον μέρος ἀπὸ καλάμης πυροῦ, ἐὰν φαίνηται μισθῶσαι,
τῶν δημοσίων πάντων ὄντων πρὸς
τὸν Πακῦσιν
Ἥρων Διονυσίου ὡς ἐτῶν λ[…] οὐλὴ ὀφρύι
δεξιᾷ
ἔτους δ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
Θὼθ κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.