no image
DDbDP-text
Offer to lease 150 arouras of shore land at Soknopaiou Nesos. An offer addressed to the royal scribe of the Herakleides division of the Arsinoite nome by five villagers of Soknopaiou Nesos to lease 150 arouras of dry shore land near their village for one year at 2 artabas of wheat per aroura. It includes a clause excusing rent for land left unflooded or waterlogged, and is dated 27 October 212. machine translation
Linked by Trismegistos ID
TM 11731.
Each record below describes this same artifact or text from a different angle.
Μονίμῳ Γεμέλλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος
παρὰ Στοτοήτεως Ἁρπαγάθου καὶ Πανεφρέμμεως Πακύσεως καὶ Ὥρου Πακύσεως καὶ Πακύσεως Ὥρου καὶ Ἀμούνεως Πακύσεως τῶν πέντε ἀπὸ
κώμης Σοκνοπαίου Νήσου βουλόμεθα μισθώσασθαι ἀπὸ χέρσου αἰγιαλίτιδος γῆς περὶ τὴν
αὐτὴν κώμην ἐν τόπῳ Καρβασήϊτος λεγομένῳ
ἀρούρας ἑκατὸν πεντήκοντα πρὸς μόνον τὸ
ἐνεστὸςκα ἔτους ἐκφορίου κατʼ ἄρουραν ἀνὰ
πυροῦ ἀρτάβας δύο γείτονες πάντοθεν αἰγιαλοῦ
ἐδάφη ἐὰν δέ τις ἄβροχος ἢ καθʼ ὕδατος γένηται παραδεχθήσεται ἡμῖν τὸ ἐκφόριον
πρὸς ἕτερον δὲ λόγον οὐδὲν ἁπλῶς πραχθησόμεθα
ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ
Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαῶφι λ
Στοτοῆτις Ἁρπαγάθου καὶ Ὧρος Πακύσεως ἐπιδεδώκαμεν
ὡς πρόκειται. Στοτοῆτις ἔγραψα καὶ ὑπὲρ τοῦ Ὥρου ἀγραμμάτου.
Πανεφρέμις Πακύσεως συνεπιδέδωκα. Ἀμοῦνις
συνεπιδέδωκα. Πακῦσις συνεπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.