no image
DDbDP-text
Lease of a Bath via HGV-meta
Linked by Trismegistos ID
TM 15163.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐπʼ ἀγαθοῖς
ἔτους εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβεραιταίου τρίτῃ, Μεσορὴ ἐπαγομένων τρίτῃ,
ἐν Ταλεὶ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν Ἡρακλείδης Εἰσιδώρου ὡς ἐτῶν μ, οὐλὴ
ὑπὸ μῆλον ἀριστερόν, ἐκλήμπτωρ τῶν περὶ Θεωγωνίδα Μάρκου Ἀπωνίου Σατορνίνου καὶ Τιβερίου
Κλαυδίου Βαρβίλλου, Διοδώρωι Εὐφράνωρος ὡς ἐτῶν ν,
οὐλὴ μήλωι ἀριστερῶι, καὶ Πατύνει νεωτέρωι Φίλωνος ὡς ἐτῶν μ, οὐλὴ μετώπωι μέσωι ὑπὸ τρίχα, τοῖς δυσὶ
Πέρσαις τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοις εἰς ἔκτισιν, τὸ
ἐν κώμῃ Θεογονίδι τῆς αὐτῆς οὐσίας βαλανεῖον ἐνεργὸν ἐν ὧι ἔστιν χαλκεῖα μολιβᾶ τρία καὶ τὴν
προσπαρακιμένην τῷ βαλανείωι ἀχυροθήκην
ἐν ᾗ ἄχυρον. ἡ μίσθωσις ἥδε εἰς ἔτη τρία ἀπὸ τοῦ
εἰσιόντος ἑνὸς καὶ εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος
Σεβαστοῦ ἐφʼ ὧι λούσωσι τὸ βαλανεῖον κατὰ μῆνα
ἕκαστον μίαν παρὰ μίαν οἱ αὐτοὶ μεμισθωμένοι
καὶ ταῖς ἑορταῖς, τῶν μεμισθωμένων χορηγούντων ἑαυτοῖς τὸ αὐτάρκες ἄχυρον καὶ παραχύτας
καὶ τὰ ἄλλα τὰ καθήκοντα, φόρου τοῦ παντὸς πυροῦ
νέου καθαροῦ ἀδόλου ἀρταβῶν διακοσίων ἑξήκοντα πέντε μέτρωι τοῦ αὐτοῦ βαλανείου ἀνυπολόγου
καὶ ἀκινδύνου. τὸν δὲ σημαινόμενον φόρον
ἀποδότωσαν οἱ μεμισθωμένοι ἀπὸ μηνὸς Παῦνι
ἕως Μεσωρὴ τοῦ αὐτοῦ ἔτους κατὰ μῆνα ἔμμηνα τὸ αἱροῦν ἐν τῇ κώμῃ, ἕξει δὲ ὁ μεμισθωκὼς
Ἡρακλείδης παρὰ τῶν μεμισθωμένων ἐξαιρέτους ἀπολυσίμους βαλανευτικοῦ τελέσματος
ἄνδρας δέκα , καὶ μετὰ τὸν χρόνον παραδώσουσι τὸ βαλανεῖον ὡς καὶ αὐτοὶ παρείληφαν καὶ τὰ χαλκεῖα
ὑγιῆ, ἐὰν δέ τι διὰ τὴν τῶν μεμισθωμένων αἰτίαν
βλάβος ἀκολουθήσῃ τοῖς χαλκείοις ἔσται ἡ τούτων
ἐπισκευὴ πρὸς τοὺς μεμισθωμένους, τοῦ μεμίσθωκότος Ἡρακλείδου χορηγοῦντος μόλυβον
[…]ἔσται πρὸς τὸν Ἡρακλείδην[…]υ………
[…] βαλανείου ἃς καὶ ἀποδώσουσι σὺν τῷ φόρωι αὐτῷ κεφαλαίας καὶ παραδώσουσι οἱ αὐτοὶ μεμισθωμένοι τὴν ἀχυροθήκην ἐνόντος τοῦ ἀχύρου ὡς καὶ παρείληφαν ἐφʼ ᾧ
ἀποδοθῆναι τοῖς αὐτοῖς μεμισθωμένοις ὄνους ἀπολυσίμους δύο . βεβαιοῖ ὁ Ἡρακλείδης τὴν μίσθωσιν ἀπὸ δημοσίων. ὑπογραφεὺς τῶν μεμισθωμένων
Δῖος Δίου ὡς ἐτῶν με, οὐλὴ μετώπῳ …[…]……
Διόδωρος Εὐφράνορος καὶ Πατῦνις[…]
………………………
……εν………………
……………………
…[…] Ἡρακλείδης ἐκλήμπτωρ ὁ[…]
παρὰ τοῦ Ἀπωνίου καὶ […]
……… ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ
Μεσορὴ ἐπαγομένων γ, ἀνεγράφη διὰ Ἑρμία πρὸς τῷ γραφείῳ Ταλεὶ καὶ ἀλλῶν κωμῶν
[v]
ἐπιδοχὴ μισθώσεως βαλανείου Διοδώρου καὶ ἄλλου
πρὸς ἩρακλείδηνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.