no image
DDbDP-text
Schede di Heraeis e di Eraclia via HGV-meta
Linked by Trismegistos ID
TM 12399.
Each record below describes this same artifact or text from a different angle.
Ἀπύγχι καὶ Σατορνείλῳ λαογράφοις Τεβτύνεως παρὰ Ἡραεῖδος τῆς Πρωτᾶτος Ὀρσέως μετὰ κυρίου τοῦ υἱοῦ Κρονίωνος. ὑπάρχουσι ἐν τῇ κώμῃ οἰκίαι δύο καὶ αὐλαὶ δύο συνεχούσαι ἀλλήλαις καὶ ἕτερα χρηστήρια ἐν οἷς ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν· εἰμὶ δὲ Ἡραεῖς ἡ προγεγραμμένη ἐτῶν μ καὶ τὰ γεγονότα ἐκ τοῦ ἀποπεπλεγμένουἀποπεπλεκ ἀνδρὸς Ἡρακλήου Κρονίωνος τοῦ Ἀμάειτος τέκνα Κρονίωνα ἐτῶν κα καὶ Πρωτᾶν ὡς ἐτῶν ιθ καὶ Ἀχιλλίδα ὡς ἐτῶν ιε καὶ τοῦ Κρονίωνος γυναῖκα Σεραπιάδα ἀπάτορα μητρὸς Θερμίου ἐτῶν ιη καὶ τῆς Ἡραεῖδος μητέρα Ἀπίαν τὴν καὶ Διδύμην Λυσιμάχου Εὐτύχου ἐτῶν ο. ὑπάρχει δὲ τῇ Ἀχιλλίδι οἰκία καὶ αὐλὴ καὶ τῇ Ἡραεῖδι ἕκτον μέρος οἰκίας καὶ αὐλὴ καὶ δοῦλος ΛάμπροςΛαμπρόν ὡς ἐτῶν ε πάντα ἐν τῇ κώμῃ. Ἡραεῖς μετὰ κυρίου τοῦ υἱοῦ ΚρονίωνοςΚρονίονος ἐπιδέδωκα κα θὼς πρόκιται. ἔτους ι Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.