Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.12.1475
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρήλιος Γάιος ὁ καὶ Ἁρποκρατίων ἱερεὺς καὶ ἀρχιδικαστὴς βιβιλιοφύλαξιν Ὀξυρυγχίτου χαίρειν. τῆς τετελειωμένης προσφωνήσεως ἀντίγραφον ὑπόκειται. ἔρρωσθε. ἔτους ιδ Γαλλιηνοῦ Σεβαστοῦ Φαρμοῦθι ιη. ὁ πρὸς τῇ διαλογῇ τῆς πόλεως. διέγραψεν Αὐρηλίου Ἀλεξάνδρου χρηματίζοντος. Αὐρηλίῳ Γαίῳ τῷ καὶ Ἁρποκρατίωνι ἱερεῖ ἀρχιδικαστῇ καὶ παρὰ Αὐρηλίας Θαϊσοῦτος τῆς καὶ Λολλιανῆς. τῆς τετελειωμένηςτετελιωμένης δημοσιώσεως ἀντίγραφον ὑπόκειται Αὐρηλίῳ Γαίῳ τῷ καὶ Ἁρποκρατίωνι ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳἐπιμελίᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίας θαϊσοῦτος τῆς καὶ Λολλιανῆς θυγατρὸς Σαραπίωνος τοῦ καὶ Ἀγαθοῦ Δαίμονος ἀγορανομή σαντος τῆς Ὀξυρυγχιτῶν πόλεως. τῆς προειμένης μοι δισσῆς ἀσφαλείαςἀσφαλίας σὺν τῇ μετὰ τὸν χρόνον ὑπογραφῇ ἀντί γραφονἀνγραφον ὑπόκειται. Αὐρήλιος Ἀγαθεῖνος ὁ καὶ Ὠριγένης Οὐαριανοῦ τοῦ καὶ Κλάρου μητρὸς Ὠριγένίης τῆς καὶ Ταύριος ἀπὸ Ὀξυρύγ χων πόλεως Αὐρηλίᾳ Θαϊσοῦτι τῇ καὶ Λολλιανῇ θυγατρὶ Σαραπίωνος τοῦ καὶ Ἀγαθοῦ Δαίμονος ἀγορανομήσαν τος τῆς αὐτῆς πόλεως μητρὸς Διονυσίας τῆς καὶ Διαίνης ἀπὸ τῆς αὐτῆς πόλεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰςἰς τὸν ἀεὶ χρόνον τὰ ὑπογεγραμμένα ὑπάρχοντά μοι ἀγοραστικῷ δικαίῳ πρότερον σοῦ τῆς ὠνουμένης περὶ κώμην Παεῖμιν τῆς πρὸς λίβα τοπαρχίας τοῦ αὐτοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ τοῦ Νείκωνος ἀνθʼ οὗ Νεικομήδους προσφώνησις αὐτῆς δημοσιώσεως. κλήρου σιτικὰς καὶ ἑτέρας ἀρούρας ἕνδεκα , ἐν αἷς λάκκος συνερευκὼς καὶ ὁτου τροχὸςτροχου ὁμοίως συν ερευκὼς ἐκ μέρουςμέρουςς σὺν τῇ ἐπικειμένῃ μηχανῇ, ὧν ὅλων γείτονες νότου καὶ λιβὸς διῶρυξ καὶ ἄλλα, βορρᾶ πρό τερον Ἰουλίου Θέωνος, ἀπηλιώτου τὰ ἑξῆς οἰκόπεδα καὶ ψιλοὶ τόποι καὶ τὸ ὂν πωμάριον, καὶ ἐν τῇ αὐτῇ κώ μῃ ἐν τοῖς ἀπὸ βορρᾶ καὶ λιβὸς μέρεσι τῆς αὐτῆς κώμης οἰκίας δύο καὶ τὰ τούτων χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ τοὺς ἐκ βορρᾶ καὶ λιβὸς τούτων ψιλοὺςψειλοὺς τόπους καὶ τὸ μεταξὺμετοξὺ πωμάριον νυνὶ ἐν χέρσῳ ἀρούρης ἡμίσους τετάρτου ἑκκαιδεκάτου ἐπὶ τὸ πλέον ἢ ἔλαττον καὶ τὸ ὂν ἐν αὐτῷ φρέαρ, ὧν οἰκοπέδων καὶ ψιλῶν τόπων καὶ πωμαρίου ὄντων ὑπὸ μίαν ὄψιν γείτονες νότου παρόρια τῆς πόλεως, βορρᾶ περίμετρα τῆς κώμης, ἀπηλιώτου ἱεράκιοντερακιον, λιβὸς τὰ προκείμενα σιτικὰ ἐδάφη, ἐπὶ δὲ πάντων ἀκολούθως τῇ δικαίᾳ πρᾶσειπρᾶσι καὶ παραχωρήσειπαραχωρήσι. τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆςτειμῆς καὶ παραχωρητικοῦ τῶν προκειμένων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἐννεακισχιλίαςἐννακισχιλίας ἑπτακοσίας , αἵ εἰσι ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ τρισχίλιαι ἑπτακόσιαι , αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλή ρους. διὸ κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν παραχωρου μένων ὑπʼ ἐμοῦ ὡς πρόκειται καὶ ἐξουσίαν ἔχειν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, ἅπερ καὶ ἐπάναγκον παρέξομαί σοι βέβαια καὶ καθαρὰ ἀπὸ μόνου τοῦ ἡμετέρου ὀνόματος καὶ παν τὸς τοῦ ἐξ ὀνόματός μου ἐπελευσομένου σοι, ἀρκουμένης σου τῇ εἴςἴς με ἀπὸ σοῦ βεβαιώσειβεβαιώσι τῶν ἕως τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος ιγ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους τούτων πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένης, πρὸς ἣν καὶ εἶναι τὰ ἀπὸαο τοῦ αὐτοῦ ιδ ἔτους ἀπὸ καλανδῶν τελέσματα. κυρία ἡ πρᾶσις καὶ παραχώρησις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἂν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείουκαταλογίου οὐ προσδεό μενος ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖνεὐδοκῖν με τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου ΠερσικοῦΠαρθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ κγ. Αὐρήλιος Ἀγαθεῖνος ὁ καὶ Ὠριγένης πέπρακα καὶ παρεχώρησα τῇ Λολλιανῇ τῇ καὶ Θαϊ σοῦτι τὰ προκίμενα ὑπάρχοντα καὶ τὰ συνεσκευασμένα αὐτοῖς πάντα καὶ ἀπέσχον τὰς τῆς τιμῆς ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ἑπτακοσίας καὶ βεβαιώσω ἀπὸ μόνου τοῦ ἡμετέρου ὀνόματος καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει καὶ ἐπερωτηθεὶς ὡμολόγησα. βουλομένηβουλόμενος δὲ ἀπὸ τῆς δισσῆς ἀσφαλείαςἀσφαλίας μοναχὴν ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλειπόλι τὰς ὁρισθείσας δραχμὰς ιβ καὶ τὸ ὑπὲρ τῆς δημοσιώσεως ὡρισμένον, ἀξιῶ ἀναλαβόντας αὐτὴν παρὰ τοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ Αὐρηλίου Νείλου ὑπογεγραμμένην ὑπὸ αὐτοῦ περὶ τοῦ εἶναιἶναι τὴν μετὰ τὸν χρόνονχρόονον ὑπογραφὴν ἰδιόγραφον τοῦ Αὐρηλίου Ἀγαθίνου τοῦ καὶ Ὠριγένους συνκαταχωρίσαι σὺν τῷδε τῷ ὑπομνήματι τὴντ αὐθεντικὴν εἰς τὴν Ἁδριανὴν βιβλιοθή κην ταύτης δὲ τὸ ἴσον σὺν ὑπομνήματι εἰςἰς τὴν τοῦ Ναναίου, πρὸς τὸ μένεινμένιν μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ ἕνεκα τοῦ εὐδοκηκέναι τὸν Αὐρήλιον Ἀγαθεῖνον τὸν καὶ Ὠριγένην τῇ τῆς ἀσφαλείαςἀσφαλιου δημοσιώσειδημοσιώσι. ἔτους ιδ Γαλλιηνοῦ Σεβαστοῦ Φαμενὼθ κδ. ταύτην δὲ βουλομένηβουλόμενος προσφωνηθῆναι τοῖς τῶν ἐνκτήσεων τοῦ Ὀξυρυγχίτου νομοῦ βιβλιοφύλαξι ἀξιῶ ἐπιλαβόνταςἐπιλαβουσι τὴν δηλουμένην δημοσίωσιν ὑπογεγραμμένην ὡς καθήκει συντάξαι γράψαι αὐτοῖς ἵνʼ εἰδῶσιἰδῶσι. ὡς καθήκει. ἔτους ιδ Γαλλιηνοῦ Σεβαστοῦ Φαμενὼθ κζ.Cross-references (3)
- TM-Text 21876 primary
- DDbDP-Text p.oxy;12;1475 tier-1
- HGV-Text 21876 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.