no image
DDbDP-text
Sale of a Courtyard via HGV-meta
Sale of a courtyard in the Chenoboskoi quarter. A contract of sale from Oxyrhynchus in which Sarapammon and his son Damas, also called Sarapammon, sell a courtyard in the Chenoboskoi quarter to a neighbour for 200 silver drachmas. It includes the boundaries, a guarantee of title and a subscription written for the illiterate sellers by Beitharion also called Demetrianos. machine translation
Linked by Trismegistos ID
TM 21977.
Each record below describes this same artifact or text from a different angle.
Σαραπάμμων[…]ωνος καὶ ὁ τούτου υἱὸς Δαμᾶς
ὁ καὶ Σαραπάμμων μητρὸς Ἀπολλωνοῦτος ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως Κατ[…]νει Δ[…] τοῦ καὶ Διονυσίου μητρὸς Ἀρσινόης[…]ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν
πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσαν
ἡμῖν ἀμφοτέροις ἧς ἔχομεν ἐπʼ ἀμφόδου Χηνοβοσκῶν οἰκίας
[…]αὐλὴν ἐκ βορρᾶ τῆς σῆς οἰκίας, ἧς αὐλῆς γείτονες νότου
οἰκία[…]γένους, βορρᾶ ἡ ἡμῶν οἰκία, ἀπηλιώτου ψιλὸςτόπος, λιβὸς ῥύμη ?, καὶ τὰς συνπεφωνημένας ὑπὲρ τιμῆς τῆς αὐτῆς
αὐλῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας αὐτόθι ἀπεσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. διὸ ἀπὸ τοῦ
νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ
μεταλημψομένοις τῆς πωλουμένης σοι ὡς πρόκειται αὐλῆς,
καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῆς ὡς ἐὰν αἱρῇ, ἥνπερ καὶ
παρεξόμεθά σοι βεβαίαν διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει, καὶ καθαρὰν ἀπὸ ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς γῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου. κυρία ἡ πρᾶσις τρισσὴ γραφεῖσα. ἔτους ε Αὐτοκράτορος
Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος
Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παχὼν ιδ. Σαραπάμμων
[…]καὶ Δαμᾶς ὁ καὶ Σαραπάμμων πεπράκαμεν τῷ Κατ…νι
τὴν προκειμένην αὐλήν, καὶ ἀπέσχαμεν τὰς τῆς τιμῆς δραχμὰς
διακοσίας , καὶβεβαιώσομεν ὡς πρόκιται. Βειθαρίων ὁ καὶ Δημητριανὸς
ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.