no image
DDbDP-text
Sale of Part of a House via HGV-meta
Sale of a half share of a small house at Oxyrhynchus. A contract addressed to the archidikastes recording the sale of a half share of a small house in the Dromos of Thoeris quarter of Oxyrhynchus. Aurelius Moros and Aurelia Penierax sell it to Aurelius Sarapion for 160 silver drachmas, with the usual guarantees against claims. It dates from the early 3rd century AD. machine translation
Linked by Trismegistos ID
TM 31828.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀμμωνίῳ ἱερεῖ ἀρχιδικαστῇ
καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Αὐρηλίου Σαραπίωνος Θέωνος τοῦ Διογένους μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως καὶ παρὰ Αὐρηλίων Μώρου Σαρᾶτος μητρὸς Σισόιτος καὶ Πενιέρακος
[…]ατου μητρὸς Τααρθώνιος ἀμφοτέρων ἀπὸ τῆς αὐτῆς πόλεως, τῆς δὲ Πενιέρακος χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ.
συγχωροῦσι ὅ τε Μῶρος καὶ ἡ Πενιέραξ πεπρακέναι
τῷ Σαραπίωνι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὸ ὑπάρχον αὐτοῖς ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου δρόμου
Θοήριδος ἥμισυ μέρος οἰκιδίου καὶ χρηστηρίων
πάντων καὶ εἰσόδων καὶ ἐξόδων, οὗ ὅλου γείτονες
νότου Σαρᾶτος, βορρᾶ τοῦ ὠνουμένου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἀπηλιώτου πρότερον Ἥρωνος καὶ μετόχων, λιβὸς δημοσία ῥύμη. τὰς δὲ συμπεφωνημένας ὑπὲρ τιμῆς τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ οἰκιδίου καὶ χρηστηρίων πάντων ἀργυρίου
Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκοντα αὐτόθι ἀπέσχον ὅ τε Μῶρος καὶ ἡ Πενιέραξ
παρὰ τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους.
κρατεῖν οὖν καὶ κυριεύειν τὸν Σαραπίωνα σὺν
ἐκγόνοις καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψομένοις
τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ οἰκιδίου καὶ
χρηστηρίων πάντων καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτοῦ ᾧ ἐὰν αἱρῆται τρόπῳ ἀνεμποδίστως, καὶ μὴ ἐπελεύσεσθαι τόν
τε Μῶρον καὶ τὴν Πενιέρακα μηδʼ ἄλλον ὑπὲρ αὐτῶν μηδένα κατὰ μηδένα τρόπον καὶ τὸ προκείμενον ἥμισυ μέρος παρέξεσθαι καθαρὸν ἀπό τε
ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς
καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ὀφειλῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου. πάντα δὲ τὸν καθʼ ὁνδηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐνποιησόμενον τοῦ μέρους χάριν ἀποστήσειν αὐτοὺς
παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι καθάπερ
ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς
γεγενῆσθαι ἐπερώτησεν ὁ ὠνούμενος,
ὡμολόγησαν οἱ ἀποδόμενοι.[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.