Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.17.2134r

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Σπαρτᾶ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐκόμισα ἐκ καταλογείου χρηματισμοῦ ἐστιν ἀντίγραφον· Εἰρηναῖος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομέ νου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσοἐρρωσω. ἔτους ι Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ος Κορνηλιανὸς σεσημείωμαι δραχμὰς ε. ΕἰρηναίῳΕἰρηναῖος Εἰρηναίου νεωκόρῳνεωκορος τοῦ μεγάλου Σαράπιδος ἱερεῖἱερευς καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ ἄλλων κριτηρίων παρὰ Σπαρτᾶ Παυσανίου τοῦ Σαραπίω νος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. προειμένου μοι δισσοῦ χειρογράφου σὺνον τοῖς μετὰ τὸν χρόνον γράμμα σιν ἀντίγραφον ὑπόκειται. Ἑλένη ἀφήλικος τοῦ Ψοσναῦτος μητρὸς Εὐδαιμονίδος μετὰ κυρίου ἐνγύου εἰς ἔκτεισιν πάντων τῶν κατὰ τήνδε τὴν ὑποθήκην τοῦ ἑαυτῆς υἱοῦ Διοδώρου τοῦ καὶ Λογγείνου Ἀμόιτος τοῦ Διοδώρου τῶν ἀπὸ Χύσεως Σπαρτᾷ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης τῶν ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολο γῶ ἔχειν παρὰ σοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίαςχιλείας ὀκτακοσίας κεφαλαίου αἷςὁς οὐδὲνοὐδε τῷ καθό λου προσῆκται τόκου τριωβολείου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ ὄντος μηνὸς Μεχεὶρ ἐπὶ μῆνα Ἁθὺρ ἐπιόντος ιβ ἔτους συναγομένων δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἐννέα , τὰς δὲ ἐπὶ τὸ αὐτὸ κεφαλαίου καὶ τό κων ἀργυρίου δραχμὰς χιλίαςχιλείας ἐνακοσίας ὀγδοήκοντα ἐννέα , ἐπὶ ὑποθήκης κατοικικῆς σιτοφόρου σπορίμου πλήρης ἐξ ὀρθογωνίου ἀρουρῶν τεσσάρων ἀπὸ τῶν ὑπαρχουσῶν μοι περὶ τὴν αὐτὴν Χύσινχυριν ἐν Ἑρμοπολείτῃ γῆς ἐν ἀφέσειἀφέσι ἐκ τοῦ Παυσανίου κλήρου ἀρουρῶν πέντε οὐσῶν ἐν κοιναῖς καὶ ἀδαιρέτοις ὅλαις ἀρούραις εἴκοσι πρὸς Χεσφῖβιν Πετοσείριος καὶ ἄλλους, ὧν ὅλων γείτονεςγτονες νότου γύης, βορρᾶ κληρονόμων Σατορνείλου καὶ ἄλλων, ἀπηλιώτου ὅριον κλήρων, λιβὸς τῶν αὐτῶν κληρονόμων Σατορνείλου, τὰς δὲ ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς χιλίαςχιλείας ἐνακοσίας ὀγδοήκοντα ἐννέα ἀποδώσω σοι ἢ τοῖς παρὰ σοῦ τριακάδι Φαῶφι τοῦ ἐπιόντος ιβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου ἄνευ πάσης ὑπερθέσεως, ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ἃ γέγραπται, κυριεύσεις ἀντὶ τούτων τῶν προκειμένων ἀρουρῶν καὶ ἐξέσται σοι χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῇ τρόπον, καὶ ἐπάναγκον παρέξομαι ταύτας βεβαίας διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καθαρὰς δὲ καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆςσῆς καὶ οὑτινοσ οὖν ἄλλου ἀπὸ τοῦ νῦν, καὶ ὁπόταν βούλῃ ἐξεῖναί σοι τῆς ὑποθήκης κατοχὴν ποιήσασθαι καὶ τῶν αὐτῶν ἀρου ρῶν κατοχὴν ποιεῖσθαιποιηεῖσθαιποιησασθαι διὰ τοῦ τῶν ἐνκτήσεων τοῦ Ἑρμοπολείτου βιβλιοφυλακίου μὴ προσδεηθέντι παρουσίας μου μηδὲ συνεπιγραφῆς. ἐὰν δέ τι τούτων παρασυνγραφῶ, ἄκυρον ἔστω καὶ προσαποτείσω κα θʼ ὃ ἐὰν παρασυνγραφῶ εἶδος τό τε βλάβος καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ εἰς τὸ δημό σιον τὰς ἴσας, χωρὶς τοῦ μένειν κύρια τὰ προγεγραμμένα, καὶ μηθὲν ἧσσον κυρία ἡ ὑποθήκη καὶ δισσὴ γραφεῖσα ἰσότυποςσοιτυπος χωρὶς ἀλείφατοςἀλύφαδος καὶ ἐπιγραφῆς ἰδιόγραφός μου τοῦ Διοδώρου τοῦ καὶ Λογγείνου. ἔτους ι Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Μεχεὶρ κδ. Ἑλένη ἀφήλικος ἔχω παρὰ σοῦ Σπαρτᾶ τὰς δραχμὰς χιλίαςχιλείας ὀκτακοσίαςοκτασοσιας τόκου τριωβολείουτριοβολειων συν αγομένων δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἐννέα ἐπὶ ὑποθήκῃ τῶν ἀρουρῶν τεσσάρων καὶ ἀποδώσω τὸ κεφάλαιον σὺν τοῖς συναγομένοις τόκοις τριακάδι Φαῶφι τοῦ ἐπιόντος ιβ ἔτους, εἰ δὲ μή, κυριεύσεις τῶν αὐτῶν ἀρουρῶν καὶ βεβαιώσω ὡς πρόκειται. Διόδωρος ὁ καὶ Λογγεῖνος Ἀμόιτος ἐπιγέγραμμαι τὴς μητρὸς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίηςεἰδύης γράμματα καὶ ἐγγυῶμαι εἰς ἔκτεισιν τὰ κατὰ τὴν ὑποθήκην, χρόνος ὁ αὐτός. τοῦτο δὲ βουλόμενος ἐν τῷ πρὸς τὸν γράφοντα λόγῳ ἐν δημοσίῳ γενέσθαι ἀξιῶ ἀναλαβόντας αὐτὸ παρὰ τοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ ου τοῦ Ἀπολλωνίου ὑπογεραμμένον ὑπʼ αὐτοῦ περὶ τοῦ εἶναι αὐτὸ σὺν τοῖς μετὰ τὸν χρόνον γράμμασιν ἰδιόγραφονἰδιογραφου τοῦ Διοδώρου τοῦ καὶ Λογγείνου, ἔχον καὶ ἐξ ὀνόματός μου ὑπογραφὴν περὶ τῆς παραθέσεως αὐτοῦ, συνκαταχωρίσαι τῷδε τῷ ὑπομνήματι εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας καὶ ἀντίγραφον μεταδοῦναι τῇ μὲν Ἑλένῃ καὶ τῷ Διοδώρῳ τῷτοῦ καὶ ΛογγείνῳΛογγείνου διὰ τοῦ τοῦ Ὀξυρυγχείτου ὅπως εἰδῶσι τὴντων δημοσίωσιν καὶ μένῃ μοι τὰ ἀπʼ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ. ὡς καθή κει. ἔτους ι Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παῦνι κ. σεσημείωμαι Παῦνι κ. τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῇ Ἑλένῃ καὶ τῷ Διοδώρῳ τῷ καὶ Λογγείνῳ. ὡς καθήκει. ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Ἁθὺρ ια. Διόδωρος ὁ καὶ Λογγεῖνος ἔσχον τούτου τὸ ἴσον Ἑλένη ἀφήλικοςφήλικος ἔσχον τούτου τὸ ἴσον. Ψοσναῦς Ἀλεξᾶτος ἐπιγέγραμμαι αὐτῆς κύριος ς ὡς ἐκελεύσθη διὰ τοῦ τοῦ νομοῦ στρατηγοῦ Πραιύλου ἀκολούθως τῷ γεγονότι ὑπʼ αὐτοῦ χρηματισμῷ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίηςἰδύης γράμματα μηνὸς Ἁδριανοῦ ιζ. Ἀπολλώνιος ὑπηρέτης μετέδωκα τοῖς προγεγραμμένοις ἐνώπιον ὡς καθήκει, χρόνος ὁ αὐτός.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.