Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.18.2187

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὸ ἔνατον. λογιστὴς Ὀξυρυγχίτου διὰ Εὐτολμίου διαδόχου Σωτᾷ ὑπηρέτῃ. τῶν δοθέντων μοι βιβλίων ὑπὸ τοῦ ἐγγεγραμμένου ἐντεταγμένης ἀναφορᾶς μεθ’ ἧς ἔτυχον ὑπογραφῆς τοῦ τῷ μεγαλείῳ τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου Αἰγύπτου Κλωδίου Κουλκιανοῦ ἴσον ἐπιστέλλεταί σοι, ὅπως φανερὸν καταστήσῃς ᾗω ἠξίωσεν. σεσημείωμαι. ἔτους κ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Τῦβι ιζ. τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως λογιστῇ διὰ Αὐρηλίου Εὐτολμείου ἐξηγητοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως διαδόχου παρὰ Σεπτιμίου Ἀριστίωνος ἐξηγητοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως. δίκης περὶ κλήρου τῆς τοῦ ἀδελφοῦ μου Ἀμυντιανοῦ θυγατρὸς Ἀσκλαταρίου ἀνέκειτοἀνέκιτο τῷ μεγαλείῳ τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου Αἰγύπτου Κλωδίου Κουλκιανοῦ ης κατὰ τὰ γενόμενα παρὰ τῇ ἀρετῇ αὐτοῦ ὑπομνήματα ἐξ ἀντικαταστάσεως πρὸς τὴν τοῦ προκειμένουπροκιμένουπροκειμένου μου ἀδελφοῦ γενομένην γυναῖκα Θαῆσιν, ἀλλὰ περὶ προσέταξεν ἀπαντῆσαι ἡμᾶς ἐπὶ τοὺς δοθέντας λογοθέτας τόν τε τότε στατίζονταστατίζοντο βενεφικιάριον Μαρκελλῖνον καὶ Βερενικιανὸν καὶ Διοκουρίδην ἀμφοτέρους ἄρξαντας βουλευτὰς τῆς αὐτῆς πόλεως τῶν ὑπʼ ἐμοῦ ἀναλωθέντων, καὶ τούτου μηδὲν περανθέντος ἀλλὰ προκαλουμένου μου ἑτοίμως ἔχεινἔχιν τὴν νομὴν παραδοῦναι τοῦ λογοθεσίου ὁμοῦ γινομένου τὰ γενήματα ἀφήρπασεν ἕρμαιον ἡγησαμένη τὴν ἀπουσίαν μου προσεδρεύοντος τῷ κυρίῳ μου διασημοτάτῳ καθολικῷ Οὐαλερίῳ Εὐηθείῳ καὶ ταῦτα οὐκ ἀμάρτυρα ἐγένετο ἀναφορᾶς καὶ ἡ πρόνοια αὐτοῦ ἐν πᾶσιν διʼ ἧς ἐπένευσέν μοι ὑπογραφῆς παραθέσθαι ταῦτα καὶ ὑπὲρ τοῦ μὴ δοκεῖνδοκῖν με παρερμηνεύειν τὸ ἴσον ὑποτάξας ἐπιδί δωμί σοι ἀξιῶν εἰς πέρας ἀχθῆναι τὴν ἡγεμονικὴν ἀπόφασιν τὴν δὲ τὴν Θαῆσιν ἥκειν ἐπὶ τὸ λογοθέσιον καὶ τὴν νομὴν παραλαβεῖν ἐννόμως καὶ κατὰ τὰ κεκριμένα ποιεῖν· οὕτως ἐγὼἠγο βούλο μαι ἀκολούθως τοῖς προστεταγμένοις ἀπαντῆσαι ἐπὶ τὸ ἄχραντον ἡγεμονικὸν δικαστήριον τοῦ κλήρου εἵνεκεν μὴ ἐλαττουμένου μου ἐν οἷς ἔχω ἑτέροις παντοίοις δικαίοις περὶ ὧν λόγος μοι συστήσεται παρὰ τῷ μεγέθειμεγέθι τῆς ἡγεμονίας. διευτύχει. ἔτους κ καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Τῦβι . ἔστι δὲ τὸ ἀντίγραφον. Κλωδίῳ Κουλκιανῷ τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Σεπτιμίου Ἀριστίωνος ἐξηγητοῦ βουλευτοῦ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. κατάστασις μοι ἐγένετο ἐπὶ σοῦ τοῦ ἐμοῦ κυρίου περὶ κλήρου τῆς τοῦ ἀδελφοῦ μου Ἀμυντιανοῦ θυγατρὸς Ἀσκλαταρίου πρὸς τὴν μητέρα αὐτῆς Θαῆσιν, ἥτις ἔλεγεν δεῖνδῖν τὴν νομὴν τῶν πραγμάτων πρότερον παραδοθῆναι αὑτῇ καὶ οὕτως θέλειν τὸν ἀγῶνα εἰπεῖν περὶ τοῦ κλήρου. τὴν νομὴν αὐτῇ παραδοθῆναινομὴν παραδοθῆναι διὰ Μαρκελλίνου τότε ἐπιστάθμου ἅμα δὲ καὶ τὸ λογοθέσιον τῶν ἀναλωμάτων τῶν ὑπʼ ἐμοῦ εἰς καλλιεργίαν τῶν ὑπαρχόντων καὶ εἰς τὰ δημόσια γενομένων τεθῆναι ἐπὶ τῶν τόπων ἐπὶ τῶν αἱρεθέντων ὑπὸ ἀμφοτέρων τῶν μερῶν τούτου λογοθετῶν Διοσκουρίδου καὶ Βερενικιανοῦ καὶ ἵνα μὴ παρερμηνεύωμαρερμηνεύω, αὐτὸ τὸ ἀνῆκον μέρος τῶν ὑπομνημάτων ἑξῆς ὑπέταξα ν. γενομένων ἡμῶν ἐπὶ τῶν τόπων ἐπὶ τοῦ ἐπιστάθμου ἐπεκαλεσάμην αὐτὴν ἐγγράφως ἀμφότερα ποιεῖν καὶ τὸ λογοθέσιον καὶ τὴν νομὴν παραλαβεῖνπαραλαβῖν, ἀλλʼ οὐκ οἶδα τί δόξαν οὐκ ἐβούλετο τὴν νομὴν παραλαβεῖν οὐδὲ τὸ λογοθέσιον ποιεῖν. ἐπὶ τούτοις ἔτι ἃ καὶ μένοντος τοῦ πράγματος συμβέβηκεν ἐπιδημήσαντος τοῦ κυρίου μου ἀδελφοῦ σου τοῦ δισημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθίου ἐπὶ τῶν τόπων τῶν δημοσίων πλοίων εἰρχθῆναί με ἅμα ἄλλοις ἐπὶ τόπου ἔκτοτε μέχρι δεῦρο. εὐτυχήσας οὖν καὶ αὐτὸς νῦν τῆς τοῦ βικενναλίου τῶν δεσποτῶν ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ δωρεᾶςτύχης ἀναγκαίως τὴν καταφυγὴν ποιοῦμαι πρὸς τὸ σὸν μεγαλεῖον καὶ ἀξιῶ σε, διασημότατε ἔπαρχεἐπαρχος, κατὰ τὰ πρότερον ὑπὸ σοῦ ἀποφανθέντα τοῦ λογοθεσίου καθʼ ἃ προεῖπον γενομένου τὴν νομὴν αὐτῇ παραδοῦναι καθʼ ὃ Μαρκελλῖνος ἀπηλλάγη καὶ τῶν ὑφʼ ἡμῶν ἐπὶ τῶν σῶν ὑπομνημάτων αἱρεθέντων λογοθετῶν ἀναγκάσαιαναγκαισαι τὸ λογοθέσιον θέσθαι καὶ οὕτως ἀπαντῆσαι ἡμᾶς ἐπὶ τὸ σὸν τοῦ κυρίου μου ἄχραντον δικαστήριον καὶ τούτου τυχὼν εἰσαεὶεἰσαὶ σοῦ τὰς μεγίστας τῇ τύχῃ χάριτας ὁμολογήσω. διευτύχει. Ῥωμαϊκά. Ἁθὺρ ια. Ῥωμαϊκά. ἀντίδικον ἐν τόπῳ. κέλευσον κληθῆναι Θαῆσιν. μεθʼ ἕτερα. Κουλκιανὸς ὁ διασημότατος ἔπαρχος Αἰγύπτου εἶπεν· ἡ ἀντιγραφὴ φανεράφερά ἐστιν, ἥτις κελεύει πρότερον τὸν ἀντίδικον ἀποκαθίστασθαιἀποκατίστασθαι τὰ πράγματα καὶ οὕτως ἀγωνίσασθαι τὰ μέρη. ὁμολογήσαντες δὲ περιούσης Ἀσκλαταρίου ἐσχηκέ ναι ἐσχηκότες ταῦτα ὁμομήτριόν τε κηδεμόναας κηδεμὼν ἀποκαταστήσας τῷ ἰδίῳ τόπῳ ὅσα οὐ δικαίως εἶχεν. εἰ δὲ γέγοναςγεγονιας κηδεμὼν δεῖδῖ πρότερον τῷ οἰκείῳοἰκίῳ κληρονόμον. μεθʼ ἕτερα Κουλκιανὸς ὁ διασημότατος ἔπαρχος Αἰγύπτου εἶπεν· χωρὶς προκρίματος τοῦ ἐσομένου περὶ τῆς κληρονομίαςκληρονομείας ἀγῶνος γέγραπται τὰ εἰρη μένα σθαι τῶν προσόδων καὶ τῶν ἀναλωμάτων ἐφʼ ὅντινα βούλεσθεβούλεσθαι δοθῆναι ὑμῖν λογοθέτην. Ῥωμαϊκά. τὸν ἐπίσταθμον δὸς λογοθέτην. Κουλκιανὸς ὁ διασημότατος ἔπαρχος Αἰγύπτου εἶπεν· Ζηναγένης οὐκ επικε ια παρʼ ἐμοὶ ὁ λόγος συστήσεται καὶ αὐτὸς καλὴν πίστιν τῶν λόγων ἐξετάσει, εἰ δʼ ἄπεστιν, Μαρκελλῖνος ὁ ἐπίσταθμος δυνήσεται τοῦτο φθῆναι ὑποβάλετεὑποβάλεται αὐτῷ οὖν ρουμένη. εἰς Ζηναγένην καὶ τὸν λογοθέτην Διοσκουρίδην συναφθῆναι τῷ ἐπιστάθμῳ. Ῥωμαϊκά. καλῶ Βερενικιανὸν ονται οἱ δύο οὗτοι ὅ τε Διοσκουρίδης καὶ Βερενικιανὸς ἁφθῆναι τῷ Μαρκελλίνῳ, εἰ δʼ ἄπεστιν ὁ Ζηναγένης. εἰ δὲ τῇ πόλει ἐνδιατρίβει, παρʼ αὐτῷ μόνῳ τὸ λογοθέσιον τῶν προσόδων καὶ τῶν ἀναλωμάτων θέσθε. ἕως τούτου τὰ ἐπὶ τῶν ὑπομνημάτων δεόμενος τὴν διαδικοῦσαν ἕκαστά τε τῶν ὑπʼ ἐμοῦ προστεταγμένων γενέσθαι φρ βῆμα. ἐπίσταλμα Ἀριστίωνος ιη ἐπέστειλαἐπέστιλα τῇ ἐγγεγραμμένῃ Θαήσει διὰ Θωνίου ὑπηρέτου καὶ οὐ βεβούληται ὑπογράψαιὑπογράψε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.