no image
DDbDP-text
Lease of Land via HGV-meta
Lease of land for three years with wheat rent and arrears. The end of a three-year lease of farmland from Oxyrhynchus, dated 8 October 107, setting out payment of the rent in wheat at harvest time and penalties for default. The lessee Teon son of Nechthenibis acknowledges the terms and arrears of 31 1/4 artabas of wheat; Bakchios son of Chairemon signs for him because he is illiterate. machine translation
Linked by Trismegistos ID
TM 22167.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
χ[…]…ντω…[…]
τῆς δὲ μισθώσεως βεβαιουμένης
ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι κατʼ ἔτος ἀεὶ ἐν μηνὶ Παῦνι ἐφʼ ἅλω Ἐπισήμου ἐκφορίου πυρὸν
νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον
μετρούμενον μέτρῳ τετάρτῳ παραληπτικῷ τοῦ Σαραπίωνος ἢ ἀποτισάτω
ὁ μεμισθωμένος ὃ ἐὰν προσοφείλῃ
μεθʼ ἡμιολίας καὶ ἡ πρᾶξις ἔστω τῷ
μεμισθωκότι ἔκ τε τοῦ μεμισθωμένου
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων.
κυρία ἡ μίσθωσις. ἔτους ια Αὐτοκράτορος
Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Δακικοῦ Φαῶφι ι.
Τέων Νεχθενίβιος μεμίσθωμαι τὴν γῆν ἐπὶ τὰ
τρία ἔτη ἐκφορίου κατʼ ἄρουραν τῆς μὲν διετίας τοῦ πυροῦ
κατʼ ἔτος πυροῦ ἀρταβῶν
δέκα , τοῦ δὲ εἰσιόντος ἔτους
ἀνὰ πυροῦ ἀρτάβας δύο ,
καὶ ὀφείλω ἀπὸ λοιπογραφίας τῶν παρῳχημένων
χρόνων πυροῦ ἀρτάβας
τριάκοντα μίαν τέταρτον
καὶ ἀποδώσω καὶ ἕκαστα ποιήσω ὡς πρόκειται. Βάκχιος
Χαιρήμωνος ἔγραψα ὑπὲρ
αὐτοῦ μὴ εἰδότος γράμματα.
ἔτους ια Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Δακικοῦ
Φαῶφι ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.