no image
DDbDP-text
Registration of Cattle via HGV-meta
Linked by Trismegistos ID
TM 20515.
Each record below describes this same artifact or text from a different angle.
Παπίσκωι κοσμητεύσαντι
τῆς πόλεως καὶ στρατηγῷ Ὀξυρυγχίτου
καὶ Πτολεμαίῳ βασιλικῶι γραμματεῖ
καὶ τοῖς γράφουσι τὸν νομὸν
παρὰ Ἁρμιύσιος τοῦ Πετοσίριος τοῦ Πετοσίριος μητρὸς Διδύμης τῆς Διογένους
τῶν ἀπὸ κώμης Φθώχιος
τῆς πρὸς ἀπηλιώτην τοπαρχίας.
ἀπεγραψάμην τῶι ἐνεστῶτι ιβ ἔτει Νέρωνος
Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος περὶ τὴν
αὐτὴν Φθῶχιν, ἀπὸ γονῆς ὧν ἔχω θρεμμάτων
ἄρνας δέκα δύο , καὶ νῦν
ἀπογράφομαι τοὺς ἐπιγεγονότας εἰς τὴν ἐνεστῶσαν
δευτέραν ἀπογραφὴν ἀπὸ
γονῆς τῶν αὐτῶν θρεμμάτων ἄρνας ἑπτά, γίνονται
ἄρνες ἑπτά · καὶ ὀμνύω
Νέρωνα Κλαύδιον Καίσαρα
Σεβαστὸν Γερμανικὸν
Αὐτοκράτορα μὴ ὑπεστάλθαι.
εὐτυχεῖτε.
Ἀπολλώνιος ὁ παρὰ Παπίσκου
στρατηγοῦ σεσημείωμαι ἄρνας ζ.
ἔτους ιβ Νέρωνος τοῦ κυρίου,
Ἐπεὶφ λ.
Ὡρίων ὁ παρὰ Πτολεμαίου βασιλικοῦ γραμματέως
σεσημείωμαι ἄρναςζ.
ἔτους ιβ Νέρωνος Καίσαρος
τοῦ κυρίου, Ἐπεὶφ λ.
Ζήνων ὁ παρὰ τῶν τὸν νομὸν γραφόντων σεσημείωμαι
ἄρνας ζ. ἔτους ιβ Νέρωνος Καίσαρος
τοῦ κυρίου, Ἐπεὶφ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.