no image
DDbDP-text
Transfer of a Debt via HGV-meta
Transfer of the right to collect a loan of 200 drachmas. Copy of an agreement from Oxyrhynchus in Nero's second year (AD 56) by which Herakleia, with her guardian Nikippos, transfers to Papontos the right to collect a loan of 200 silver drachmas plus interest owed by Pnepheros, having been paid the sum by Papontos. She hands over the two earlier agreements and guarantees them against challenge. machine translation
Linked by Trismegistos ID
TM 20542.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον. ἔτους δευτέρου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,
μηνὸς Καισαρείου ἐπαγομένων γ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ
Ἡράκλεια Ἡρακλείδου ἀστὴ μετὰ κυρίου Νικίππου τοῦ Νικίππου
Ἀλθαιέως Παποντῶτι Ἀφύγχιος τοῦ καὶ Ζωίλου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως
ἐν ἀγυιᾷ παρακεχωρηκέναι αὐτῷ πρᾶξιν καὶ κομιδὴν ἀργυρίου Σεβαστοῦ
καὶ Πτολεμαικοῦ νομίσματος δραχμῶν διακοσίων , ὧν καὶ αὐτὴ Ἡράκλεια
τυγχάνει παρακεχωρημένη κατὰ συνχώρησιν τὴν τελειωθεῖσαν
διὰ τῆς ἐφημερίδος τοῦ καταλογείου τῷ Καισαρείῳ μηνὶ τοῦ ἐνεστῶτος
δευτέρου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,
δανεισθεισῶν δὲ ὑπὸ Πνεφερῶτι Παποντῶτος χρηματίσαντι
Πέρσῃ τῆς ἐπιγονῆς καθʼ ἑτέραν συνχώρησιν τὴν τελειωθεῖσαν
διὰ τοῦ αὐτοῦ καταλογείου ταῖς ἐπαγομέναις τοῦ Καισαρείου μηνὸς τοῦ
πρώτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος·
προσπαρακεχωρηκέναι δʼ αὐτῷ ὁμοίως ἣν καὶ αὐτὴ παρεκεχώρηται πρᾶξιν διὰ τῆς εἰς αὐτὴν ὡς πρόκειται γεγονυίας συνχωρήσεως τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων ,[…] …κ[…]ν Παποντω[…]…[…]
συνκεχωρηκέναι αὐτὴν ἑαυτῷ τὴν πρᾶξιν καὶ κομιδὴν …[…]
εισ…υτων τοῦ ἀργυρίου δραχμῶν σ καὶ τῶν τόκων, καὶ τὰ ἄλλα ἐπιτελεῖν καθὰ
καὶ αὐτῇ καὶ τῷ Εἰρηναίῳ ἐξῆν, καὶ αὐτόθεν ἀναδέδωκεν τῷ
Παποντῶτι τὰς εἰς αὐτὴν καὶ τὸν Εἰρηναῖον ὡς πρόκειται
συνχωρήσεις δύο ἃς καὶ παρέξεται ἐνθέσμους καὶ ἀπεριλύτους
διὰ τὸ ἐξευλυτῆσθαι αὐτὴν ὑπὸ τοῦ Παποντῶτος ταῖς τοῦ
ἀργυρίου δραχμαῖς διακοσίαις καὶ τοῖς τόκοις. τὴν δὲ παρὰ ταῦτα ἐσομένην
ἔφοδον ἄκυρον εἶναι, ἔτι καὶ ἐκτίνειν Ἡράκλειαν ἢ τὸν παρʼ
αὐτῆς ἐπελευσόμενον τῷ Παποντῶτι ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίουδραχμὰς ἑκατὸν καὶ
εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον κυρία ἡ συγγραφή.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.