Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.3.489

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ μηνὸς Καισαρείου ἐπαγομένων δ Σεβαστῇ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχηι. τάδε διέθετο νοῶν καὶ φρονῶν Διονύσιος Ἁρποκρατίωνος τοῦ Σαραπίωνος μητρὸς Ἐσορσόιτος ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον τῶν ἰδίων κύριον εἶναι καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν καὶ μεταδιατίθεσθαι καθʼ ὃν ἐὰν αἱρῶμαι τρόπον. μετὰ δὲ τελευτὴν μου συνχωρῶ ἔχειν τὴν συνοῦσάν μοι γυναῖκα Διογενίδα Πτολεμαίου ἀπὸ τῆς αὐτῆς πόλεως ἐφʼ ὃν περί εστι χρόνον ἐνοίκησιν καὶ χρῆσιν χωρὶς ἐνοικίου οἴκου ἑνὸς οὗ ἐὰν αὐτὴ αἱρῆται ἀφʼ ἧς ἔχω ἐπʼ ἀμφόδου βορρᾶ ΚρηπῖδοςΚρηπεῖδος λιθίνης οἰκίας σὺν εἰσόδῳ καὶ ἐξόδῳἐξσόδῳἐξόδῳ καὶ εἰσόδῳ, ἥτις καὶ ἕξει χρῆσιν ἐφʼ ὃν περίεστι χρόνον τῶν ὑπʼ ἐμοῦ ἀπολειφθησομένων ἔν τε τῶι αὐτῷ οἴκῳ καὶ ἐν τῇ οἰκίᾳ σκευῶν καὶ ἐπίπλων καὶ δουλείαν καὶ ἀποφορὰς τῆς δούλης μου Ἰλαροῦτος καὶ τῶν ἐξ αὐτῆς ἐκγόνων τρεφομένων καὶ ἱματιζομένων ὑπʼ αὐτῆς τῆς Διογενίδος. μετὰ δὲ καὶ τὴν αὐτῆς τελευτὴν εἶναι τὰ πάντα μου μόνων τῶν ἐξ ἀλλήλων τέκνων, οἷς τέκνοις ἡμῶν οὐκ ἐξέσται τὰ ἀπʼ ἐμοῦ εἰς αὐτοὺς ἐλευσόμενα ἑτέροις μερίζειν εἰ μὴ μόνῃ ἑκάστῃ αὐτῶν γενεᾷ καὶ μηδενὶ ἐξέστω τῷ καθόλου ἐπέρχεσθαι τῇ γυναικί μου Διογενίδι περὶ μηδενὸς τῶν ἐν τῇ διαθήκῃ πάντων ἢ ἀποτίνειν τὸν ἐπελευσόμενον ἐπιτίμου δραχμὰς χιλίαςχειλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἡ διαθήκη κυρία. Διονύσιος ἉρποχρατίωνοςἉρπουχρατίωνος τοῦ Σαραπίωνος πεποίημαι τὴν διαθήκην καὶ συγχωρῶσυνχορῶ ἔχειν μετὰ τὴν τελευτήν μου τὴν γυναῖκά μου Διογενίδα Πτολεμαίου ἐφʼ ὃν περίεστι χρόνον ἐνοίκησιν καὶ χρῆσιν χωρὶςχορεὶς ἐνοι κίουἐνυκίου οἴκου ἑνὸς οὗ ἐὰν αἱρῆται ἀφʼ ἧς ἔχω ἐν τῇ βορρᾶβορᾶ Κρηπῖδι λιθίνης οἰκίας ἐν ᾗ ἔξοδος καὶ εἴσοδοςἴσοδος, ἥτις καὶ ἕξει χρῆσιν ἐφʼ ὃν περίεστι χρόνον τῶντω ὑπʼ ἐμοῦ ἀπολειφθησομένωνἀπολιφθησομένων ἐν τῷ αὐτῷ οἴκῳ καὶ ἐν τῇ οἰκίᾳ σκευῶν καὶ ἐπί πλων καὶ δουλείαν καὶ ἀποφορὰς δούλης μου Ἰλαροῦτος καὶ τῶν ἐξ αὐτῆς ἐκγόνων τρεφομένων καὶ ἱματιζομέ νων ὑπʼ αὐτῆς Διογενίδος. μετὰ δὲ τὴν αὐτῆς τελευτὴν εἶναι τὰ πάντα μου μόνων τῶν ἐξ ἀλλήλων τέκνων οἷςὑοῖς τέκ νοις ἡμῶν οὐκ ἐξέσται τὰ ἀπʼ ἐμοῦ εἰς αὐτοὺς ἐλευσόμενα ἑτέροις μερίζειν εἰ μὴ μόνῃ ἑκάστῃ αὐτῶν γενεᾷ ὡς πρόκειται. εἰμὶ ἐτῶν οὐλὴ γόνατι ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Ἡρακλῆς ὁ καὶ Ἀπίων Ἀπίωνος ἔγρα ψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα, ἐτῶν λζ οὐλὴ ποδὶ ἀριστερῷ. Πλουτίων Βήσιος Διογένους τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν τεσσεράκοντα πέντε οὐλὴ γόνατι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς . χίων Λυκρίωνος τοῦ Ἑρμογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν οὐλὴ καὶ ἔστιν μου ἡ σφραγὶςσφραγι. Ἑρμοῦ. Πέδων Καλλιστράτου τοῦ Ἀλεξάνδρου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ οὐλὴ γόνατι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἡλίου Ἄμμωνος. ἈμμώνιοςἈμμωνις Ἡρακλείδου τοῦ Πτολεμαίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν εἴκοσι πέντε οὐλὴ ὀφρύι δεξιᾷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου. Πανεχώτης Διονυσίου τοῦ καὶ Ἀμοινομερίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα δύο οὐλὴ ἀγκῶνιἀνκῶνι ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς ου τοῦ Ἡρακλείδου μητρὸς Διονυσίας τῆς καὶ Σαμβοῦτοςαπομβουτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν λε ἄσημος καὶ ἔστιν μου ἡ σφραγὶς Ἡρακλέους. μνημονείου Ὀξυρύγχων πόλεως ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ ἐπαγομένων δ Σεβαστῇ. διαθήκη Διονυσίου Ἁρποκρατίωνος τοῦ Σαραπίωνος μητρὸς Ἐσορσόιτος ἀπʼ Ὀξυρύγχων πόλεως. ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Καισαρείου ἐπαγομένων δ Σεβαστῇ διαθήκη Διονυσίου Ἁρποκρατίωνος τοῦ Σαραπίωνος μητρὸς Ἐσορσόιτος ἀπʼ Ὀξυρύγχων πόλεως.

Translations (1)

EN scholarly · from P.Oxy. 3
There follow (1) the signature of the testator giving a nearly verbal recapitulation of the substance of the will, and written for him by Heracles son of Apion, (2) the signatures of six witnesses who add as usual particulars as to their ages, personal descriptions and seals, (3) the docket of the record office at Oxyrhynchus, and (4) on the verso the title of the will.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.