Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.3.490
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Χοίαχ ε, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διέθετο νοοῦσανοῦσα καὶ φρονοῦσα Ταστράτων Ψενοσίριος τοῦ Ἀτρέως μητρὸς ΤσενύριοςνυριοςΠενύριος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ἀνεψιοῦ μου μητρὸς Τααμόιτος Ζωίλου ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν κατὰ τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τὴνδε τὴν διαθήκην. ἐὰν δὲ ἐπὶ ταύτῃ τελευτήσω καταλείπω κατὰ φιλοστοργίανφιλοστρργιαν Διονυσίῳ Πανεχώτου ἀπελευθέρου Πετοσίριος μητρὸς Ἀμμωνοῦτος ἀπὸ τῆς αὐ τῆς πόλεως νυνὶνυνεὶ ἀφήλικι ἐὰν ζῇ, εἰ δὲ μή, τῇ τούτουτου γενεᾷ, τὸ ὑπάρχον μοι ἐν κώμῃ ΚερκεθύρειΚριεθύρει τῆς πρὸς λίβα τοπαρχίας μέρος κοινωνικὸν πρὸς πατέρα μου Ψενοσῖριν Ἀτρέως μητρὸς Σπόκεως οἰκίας καὶ αὐλῆς καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἃ ἐὰν ἄλλα ἀπολίπω πάντα καθʼ ὁνδηποτοῦν τρόπον. ἐὰν δὲ συμβῇ τὸν Διονύσιον ἄτεκνον καὶ ἀδιάθετον τελευτῆσαι πεμφθήσεται τὰ ἀπʼ ἐμοῦ εἰς αὐτὸν ἐλευσόμενα εἰς τοὺς ἔγγιστά μου γένους ὄντας. ἄλλῳ δὲ οὐδενὶ οὐδὲν τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. Ταστράτων Ψενοσίριος τοῦ Ἀτρέως πεποίημαι τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτὴν Διονυσίῳ Πα νεχώτου ἀπελευθέρουἀπολευθέρου Πετοσίριος μητρὸς Ἀμμωνοῦτος ἀφήλικι τὸ ἐν ΚερκεθύρειΚριεθύρει μέρος κοινωνικὸν πρὸς πατέρα μου οἰκίας καὶ αὐλῆς καὶ ἃ ἐὰν ἄλλα ἀπολίπω πάντα. ἐὰν δὲ ὁ Διονύσιος ἄτεκνος καὶ ἀδιάθετος τελευτήσῃ πεμφθήσεται τὰ ἀπʼ ἐμοῦ εἰς αὐτὸν ἐλευσόμενα εἰς τοὺς ἔγγιστα μου γένους ὄντας ὡς πρόκειται. εἰμὶ ἐτῶν οὐ λὴ βραχίονιβραχείονι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς δρακοντόμορφοςδρακόμορφος ἐπιγέγραμμαι τῆς ἀνε ψιᾶς μου κύριος καὶ εἰμὶ ἐτῶν λ οὐλὴ κατὰ μηρὸν ἀριστερόν. ἀπὸ τῆς αὐτῆς πόλεως ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα καὶ εἰμὶ ἐτῶν τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Ταστράτωνος διαθήκῃ καὶ εἰμὶ ἐτῶν καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου ὀρθοῦ. Ἀρίστων Ἀρτεμιδώρου τοῦ ινος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Ταστράτωνος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ν οὐλὴ γόνατι δεξιῷδεξιο καὶ ἔστιν ἡ σφραγὶς Κρ ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυ ρῶ τῇ τῆς Ταστράτωνος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ε οὐλὴ ὑπὸ γένειον δεξιὸν καὶ ἔστιν μου ἡ σφραγὶς τοῦ Σαραπίωνος μαρτυρῶ τῇ τῆς Ταστράτωνος διαθήκῃ καὶ εἰμὶ ἐτῶν καὶ ἔστιν μου ἡ σφραγὶς Ἀπίων τοῦ Ἀπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Ταστράτωνος διαθήκῃ καὶ εἰμὶ ἐτῶν καὶ ἔστιν μου ἡ σφραγὶς τ ων Θέωνος μητρὸς Θαίδος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Ταστράτωνος διαθήκῃ καὶ εἰμὶ ἐτῶν καὶ ἔστιν μου ἡ σφραγὶς Ἴσιδος.Translations (1)
There follow the signatures (1) of the testatrix and her guardian, written for them by a third party, (2) of the usual six witnesses with details of their ages, distinguishing marks, and seals.
Cross-references (3)
- TM-Text 20626 primary
- DDbDP-Text p.oxy;3;490 tier-1
- HGV-Text 20626 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.