Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.3.492
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κη, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Θατρῆς Ἀμμωνίου τοῦ Σαραπίωνος μητρὸς ΤσενθοτσύμιοςΤσενθοτούμιος τῶν ἀπὸ τοῦ Τρύφωνος Ἰσίου τῆς κάτω τοπαρχίας καταγεινομένη ἐν Ὀξυρύγχων πόλει μετὰ κυρίου τοῦ τῆς ἀνεψιᾶς αὐτῆς Ἡρακλοῦτος Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Ταυσείριος τῆς καὶ Σαραποῦτος υἱοῦ Ὡρίωνος τοῦ καὶ Θέωνος Σαραπίωνος τοῦ νεως τῶν ἀπὸ Ἰβίωνος Ἀμμωνίου τῆς αὐτῆς κάτω τοπαρχίας ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν πᾶν ὃ ἐὰν βούλωμαι περὶ αὐτῶν ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τήνδε τὴν διαθήκην ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσασα καταλείπω κληρονόμους Πτολλίωνα Θέωνος τοῦ Πτολλίωνος μητρὸς Ἰσαρεῦτος τῆς Θέωνος καὶ τὸν τούτου ὁμομήτριον ἀδελφὸν Θέωνα Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου τοῦ Θέωνος ἀμφοτέρους ἀπʼ Ὀξυρύγχων πόλεως κατὰ φιλοστοργίαν κοινῶς ἐξ ἴσου ἑκάτερον αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, τῆς ὑπαρχούσης μοι ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Ἱππέων ΠαρεμβολῆςΠαρενβολῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ὧν ἐὰν ἀπολίπω δούλων σωμάτων καὶ ἄλλων καθʼ ὁνδηποτοῦν τρόπον παντοίων πάντων, οὐκ ἐξόντος τοῖς αὐτοῖς κληρονόμοις μου τῷ καθόλου παραδέχεσθαι εἰς τὴν δηλουμένην μου οἰκίαν τὸν τοῦ ἑτέρου αὐτῶν Θέωνος πατέρα Θέωνα Θέωνος τοῦ καὶ Ἀπολλωνίου τοῦ Θέωνος μητρὸς Ἑλένης ἐφʼ ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον παρευρέσει οὐδεμιᾷ ἀλλʼ οὐδὲἄλλῳλλου δὲ οὐδενὶ παραβαίνεινπαραβαίνιν τι τῶν ὑπʼ ἐμοῦ διατεταγμένων ἢ χωρὶς τοῦ ταῦτα μένειν κύρια ἐκτείσειἐκτείσι ὁ ἐπιχειρῶν πρὸς ἀθέτησίν τι τούτων ἄγειν ἐπιτίμουἐπιτείμου δραχμὰς χιλίαςχειλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἦσσον, ἄλλῳἄλῳ δὲ οὐδενὶ οὐδὲν τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. Θατρῆς Ἀμμωνίου τοῦ Σαραπίωνος πεποίημαιπεπύημα τὴν διαθή κην καὶ καταλείπω μετὰ τὴν τελευτήν μου κληρονόμους ΠτολλίωναΠτολίωνα Θέωνος τοῦ ΠτολλίωνοςΠτολίωνος μητρὸς Εἰσαρεῦτος καὶ τὸν τούτου ὁμομήτριονομομητριαν ἀδελφὸν Θέωνα Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου κοινῶς ἐξ ἴσου ἧς ἔχω ἐπὶ Ἱππέων Παρεμ βολῆς οἰκίας καὶ αἰθρίουἐθρίου καὶ αὐλῆς καὶ ὧν ἐὰν ἀπολίπω δούλων σωμάτων καὶ ἄλλων καθʼ ὁνδηποτοῦν τρόπον πάντων, οὐκ ἐξόντοςἐξόντας αὐτοῖς τῷ καθόλου παραδέχεσθαι εἰς τὴν οἰκίαν μου τὸν τοῦ ἑτέρου αὐτῶν Θέωνος πατέ ρα Θέωνα Θέωνος τοῦ καὶ Ἀπολλωνίου ἐφʼ ὅλον αὐτοῦ τὸν τῆς ζωῆς χρόνον, ἐπὶ δὲ πάντων ὡς πρόκειται. εἰμὶἐμεὶ ἐτῶν ογ οὐλὴ καρπῷ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς ἼσιδοςἸσις. Ὡρίων ὁ καὶ Θέων Σαραπίωνος Ἀπίωνος ὁ τῆς ἀνεψιᾶς αὐτῆς υἱὸς ἐ πιγέγραμμαιἐπιγέγραμμε αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίαςεἰδυειης γράμματα καὶ εἰμὶεἰμεὶ ἐτῶν μ οὐλὴ παρὰ κανθὸνκαθθον ἀριστεροῦ ὀφθαλμοῦ. Ἀπίων Ζωίλου τοῦ Ἀπίωνος μητρὸς Νειλαροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶμαρτυρῶι τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν μδ οὐλὴ ὑπὸ γένειον καὶ ἔστιν μου ἡ σφραγὶς ΣαράπιδοςΣαραπις. Φάλαγξ Διογένους τοῦ καὶ Φάλαγγος Ἁρπάλου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃδιαθηκην καὶ εἰμὶἐμεὶ ἐτῶν τεσσα ράκοντα οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου. Ἡρᾶς ἐπικαλούμενος Γάιος Κινᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆ τος διαθήκῃ καὶ εἰμὶ ἐτῶν με ἀντικνημίωι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς φιλοσόφου. Ἀπολλώνιος Ἀσκληπιάδου τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ἑβδομήκοντα οὐλὴλη παρὰ κανθὸν τὸν ἐκτὸς δεξιοῦ ὀφθαλμοῦ καὶ ἔστιν μου ἡ σφραγὶς Ἑρμοῦ. Θέων Ἀγαθείνου τοῦ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶμαρτυρῶι τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν ξα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Σαραπίων ΦερέμφιοςΦερέκφιοσ θέσει Πο ς ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶμαρτυρῶι τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ ἄσημος καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. μνημονείου.Translations (1)
Signatures of Thatres written for her by her guardian Horion, and of six witnesses in the usual style, and docket of the record office.
Cross-references (3)
- TM-Text 20628 primary
- DDbDP-Text p.oxy;3;492 tier-1
- HGV-Text 20628 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.