no image
DDbDP-text
Repayment of a Loan via HGV-meta
Repayment of a loan and release of a mortgage on property at Psobthis. A record of the repayment of a loan of 472 drachmas, executed at Oxyrhynchus around 28 August 101 AD. Artemidoros acknowledges repayment of capital and interest from a couple, Dionysios and his wife, releases the mortgage on their house property at Psobthis, and returns the loan contract for cancellation. machine translation
Linked by Trismegistos ID
TM 20641.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
τούτου …[…]ν[…]
νου μητρὸς Ταυσείριος τῆς […]ωπ…[…] ἀπὸ Ψώβθεως
ἀπηλιώτου μετὰ κυρίου τοῦ αὐτοῦ ἀνδρὸς Διονυσίου
ἐν ἀγυιᾷ ἀπέχειν παρʼ αὐτῶν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας ἑβδομήκοντα δύο κεφαλαίου ἃς ἐδάνεισεν αὐτοῖς κατὰ δανείου συνγραφὴν τὴν τελειωθεῖσαν διὰ τοῦ ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει μνημονείου τῷ τρίτῳ ἔτι Τραιανοῦ Καίσαρος
τοῦ κυρίου μηνὶ Καισαρείῳ εἰς ἀπόδοσιν πέμπτην
ἐπαγομένων τοῦ ἑξῆς τετάρτου ἔτους ἐπὶ ὑποθήκῃ τοῖς
ὑπάρχουσι τῷ Διονυσίῳ ἐν τῇ προκειμένῃ Ψώβθει
ἡμίσει μέρει ψιλῶν τόπων καὶ μέρεσι οἰκίας
συμπεπτωκυίας καὶ ἡμίσει μέρει ἑτέρας οἰκίας
καὶ τῶν ταύτης χρηστηρίων καὶ μέρεσι ἑτέρας οἰκίας καὶ αὐλῆς καὶ ψιλῶν τόπων καὶ πρότερον
Κλαυδίου Θέωνος ἐν τῇ αὐτῇ Ψώβθει οἰκίᾳ καὶ αἰθρίῳ
καὶ ἑτέροις χρηστηρίοις. διὸ λύσιν ποιούμενος
ὁ Ἀρτεμίδωρος τῆς ὑποθήκης αὐτόθι ἀναδέδωκεν οἷς ὁμολογεῖ τὴν ἐπίφορον τοῦ δανείου
συνγραφὴν καὶ τὰ τῶν τελῶν σύμβολα εἰς ἀκύρωσιν, προσαπεσχηκέναι δὲ παρʼ αὐτῶν καὶ τοὺς
τοῦ αὐτοῦ κεφαλαίου τόκους καὶ ἃ ἀπῄτηται τέλη, μηδὲ αὐτὸν Ἀρτεμίδωρον μηδʼ ἄλλον ὑπὲρ
αὐτοῦ ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσεσθαι οἷς ὁμολογεῖ μηδὲ τοῖς παρʼ αὐτῶν
[…]…ε[…]οσγ…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.