no image
DDbDP-text
Account of Corn - Transport via HGV-meta
Account of expenses for the shipment of grain. An account of expenses for shipping consignments of state wheat from Oxyrhynchos, listing freight charges, wages for loading workers paid via the elders of Ophis, wine jars for assistants, a soldier and sailors, and the granary guard's allowances. It dates to the 2nd century AD. machine translation
Linked by Trismegistos ID
TM 28362.
Each record below describes this same artifact or text from a different angle.
λόγος ἀποστόλου Τριαδέλφου
πυροῦ ἀρτάβαι Γυ ἐκ δραχμῶν κα δραχμαὶ ψιβ.
τῷ αὐτῷ ὡς τῶν Α ἀρταβῶν δραχμῶν δ δραχμαὶ ιβ.
φορέτρου πυροῦ ἀρταβῶν ροα βασταχθεισῶν ἐξώσει ψυγμοῦ
ὡς τῶν ρ δραχμῶν δ δραχμαὶ ϛ.
τιμῆς κεραμίου πεμφθέντος ὑπηρέταις καὶ στρατιώτῃ δραχμαὶ η ὀβολὸς.
πρεσβυτέροις Ὤφεως ὑπὲρ μισθοῦ ἐργατῶν ια
ἐμβολευόντων δραχμαὶ ϛ διώβολον.
Ἀφύγχει θησαυροφύλακι ὑπὲρ ὀψωνίων τῶν
ἀπὸ Τῦβι ἄλλαι δραχμαὶ ιη.
γίνονται ἀνηλώματος δραχμαὶ ψξβ τριώβολον, ὧν τὸ 𐅵
ἀποστόλου Ὡρίωνος Ἀμμωνίου ἀρτάβαι Αφ
καὶ ἀποστόλου Παυσίριος Ἀπολλωνίου ἀρτάβαι φ, γίνονται ἀρτάβαι Β,
ἐκ δραχμῶν κα δραχμαὶ υκ.
ναυτικοῦ Ὡρίωνος κυβερνήτου αἱ δοθεῖσαι δραχμαὶ η.
τιμῆς κεραμίου πεμφθέντος ὑπηρέταις καὶ στρατιώτῃ δραχμαὶ η ὀβολὸς.
τιμῆς ἄλλων κεραμίων β πεμφθέντων ναύταις δραχμαὶ ιϛ διώβολον.
τιμῆς λαχάνων τοῖς αὐτοῖς χωρὶς ἄρτων τετρώβολον.
πρεσβυτέροις Ὤφεως ὑπὲρ μισθοῦ ἐργατῶν ζ
ἐμβολευόντων δραχμαὶ δ.
ἐργάτῃ α ὑπηρετοῦντι παρὰ τὸ 𐅵 ἀρτάβης καὶ ἀναβάλλοντι σῖτον ἡμερῶν γ 𐅵 δραχμαὶ ε.
γίνονται ἀνηλώματος δραχμαὶ υξϛ, ὧν τὸ 𐅵
γίνεται ἐπὶ τὸ αὐτὸ ἀνηλώματος δραχμαὶ Ασκη τριώβολον, ὧν τὸ 𐅵
δραχμαὶ χιδ διώβολον.
Διοσκορᾶτι ὧν λόγον δώσει ὀβολοὶ γ.
τιμῆς κεραμίων β ἀναλωθέντων ἡμῖν μόνοις
ἀπὸ Φαμενὼθ κζ ἕως Φαρμοῦθι ιε δραχμαὶ ιϛ διώβολον.
λεπτ δαπάνης σὺν τιμῇ ἐλαίου τῶν αὐτῶν
ἡμερῶν δραχμαὶ η τετρώβολον.
ἀποστόλου […]ω […]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.