no image
DDbDP-text
Account of Expenditure via HGV-meta
Account of expenditure of a great estate, including supplies for the Persians. An account of expenditures of a great estate (the 'glorious house') at Oxyrhynchus, listing payments to messengers and servants, purchases of linen for the Persians, bath supplies and ropes for the estate camels. Entries date to Pharmouthi through Epeiph of a 9th indiction. machine translation
Linked by Trismegistos ID
TM 22048.
Each record below describes this same artifact or text from a different angle.
[1]
Φοιβάμμωνι παιδαρίῳ υἱῷ Ὀλημπίου ἀπερχομένῳἐν τῷ Ἀρσινοΐτῃ μετὰ γραμμάτων λόγῳ ἀναλώματος μηνὸς Φαρμοῦθι ἰνδικτίονος θ κεράτια γ.
[…]αφ γενομένῳ τοῦ ἐνδόξου οἴκου καὶ τῶν μεγαλοπρεπεστάτων πολιτευομένων ὑπὲρ σινδονίων ζυγοῦ α ἀγορασθέντος
καὶ δοθέντος εἰς τὸ πραιτώριον λόγῳ τῶν Περσῶν ἰνδικτίονος θ ἀπὸ κερατίων ϛ μέρους τοῦ ἐνδόξου οἴκου κεράτιον α 𐅵 η.
ὑπὲρ τμῆς σινδονίων ζυγοῦ α ἀγορασθέντος καὶ δοθέντος εἰς τὴν ἀλλαγὴν τῆς κολοβῆς λόγῳ τῶν Περσῶν μηνὸς Φαρμοῦθι ἰνδικτίονος θ κεράτια γ.
Γεωργίῳ ἀντὶ Πέτρου πολλοβλέπτου λόγῳ εὐσεβείας ἐξ ἔθους καὶ ἐπὶ τῆς θ ἰνδικτίονος Φαρμοῦθι ἰνδικτίονος θ φόλλεις σπ.
ὑπὲρ[…]ων ἀγορασθε καὶ δοθε τῶν Περσῶν μηνὶ Φαρμοῦθι ἰνδικτίονος θ φόλλεις ρκ.
Φοιβάμμωνι παιδαρίῳ υἱῷ Ὀλημπίου ἀπερχομένῳ ἐν τῷ Ἀρσινοΐτῃ λόγῳ ἀναλώματος Φαρμοῦθι κδ ἰνδικτίονος θ φόλλεις ρκ.
[…] κλειδοποιῷ ποιησαμένῳ τὴν κλεῖδα τῶν μοχλῶν …ιδικ … κεράτιον α
[… 2 lines lost …]
[… ? lines lost …]
[2]
Βίκτορι ἱπποκόμῳ ἀπερχομένῳ ἐν τῇ Ἡρακλέους μετὰ γραμμάτων πρὸς Τζιμεῖν τὸν ἐνδοξότατον …[…]
ὑπὲρτιμῆς σπέκλων ν ἀγορασθέντων εἰς χρείαν τοῦ γεουχικοῦ λουτροῦ τῆς κώμης Τακόνα καὶ ἄλλων σπέκλων π εἰς
τὸ λουτρὸν ἐν κώμῃ Ὤφει, γίνεται σπέκλα ρλ, ἀπὸ φόλλεων γ ἑκάστου Παῦνι ἰνδικτίονος θ […] φόλλεις λθ….
ὑπὲρ τιμῆς σχοινίων σεβενίνων ϛ ἀγορασθέντων εἰς χρείαν τῶν γεουχικῶν καμήλων τοῦ ἐνδόξου οἴκου Ἐπεὶφ α ἰνδικτίονος θ […]
Φοιβάμμωνι παιδαρίῳἀπερχομένῳ ἐν Θηβαΐδι μετὰ τῆς σεμιδάλεως πεμφθείσης Βοττᾷ τῷ ἐνδοξοτάτῳ προ…[…]
Ἀβρααμίῳ …[…]παθατῃ ἀπερχομένῳ ἐν τῇ Κρομυδίῳ μετὰ γραμμάτων λόγῳ ἀναλώματος Ἐπεὶφ ι ἰνδικτίονος θ […]
Γερμανῷ παιδαρίῳ ἀπερχομένῳ ἐν Θεοδοσίου πόλει γεουχικῆς χρείας ἕνεκα λόγῳ ἀναλώματος Ἐπεὶφ […]ἰνδικτίονος θ[…]
Πέτρῳ παιδαρίῳἀπερχομένῳ ἐν τῷ Ἀρσινοΐτῃ λόγῳ ἀναλώματος […]
[… 3 lines lost …]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.